This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[203]
Ὁ δὲ πειθομένῳ μὲν ἱκετηρίαν ταῦτα νομίσας, βιαζομένῳ
δὲ φρουράν, πολὺ δ᾽ αὐτοῦ τῆς εἰς τὴν ἀπόλειψιν ὁρμῆς καὶ ὁ
τῶν ὀδυρομένων ἔκλασεν οἶκτος,
[204]
μένειν τε ἔγνω, καὶ τὴν κοινὴν
τῆς πόλεως ἀπόγνωσιν ὁπλισάμενος, “νῦν καιρός, εἰπών, ἄρχεσθαι
μάχης, ὅτ᾽ ἐλπὶς οὐκ ἔστι σωτηρίας: καλὸν εὔκλειαν ἀντικαταλλαξάμενον
τοῦ βίου καὶ δράσαντά τι γενναῖον εἰς μνήμην ὀψιγενῶν
πεσεῖν”, ἐπ᾽ ἔργα τρέπεται.
[205]
καὶ προελθὼν μετὰ τῶν μαχιμωτάτων
διεσκίδνα τε τοὺς φρουροὺς καὶ μέχρι τοῦ στρατοπέδου τῶν
Ῥωμαίων κατέτρεχεν, καὶ τὰς μὲν ἐπὶ τῶν χωμάτων δέρρεις, αἷς
ὑπεσκήνουν, διέσπα, τοῖς δὲ ἔργοις ἐνέβαλλεν πῦρ.
[206]
τῇ τε ἑξῆς
ὁμοίως καὶ τῇ τρίτῃ καὶ ἐπὶ συχνὰς ἡμέρας καὶ νύκτας πολεμῶν
οὐκ ἔκαμνεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.