This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[193]
Καὶ τόθ᾽ ὁ Ἰώσηπος μὲν τὴν πόλιν οὐκ εἰς μακρὰν ὁρῶν
ἀνθέξειν, ἐν ἀπόρῳ δὲ τὴν ἑαυτῶν σωτηρίαν εἰ μένοι, δρασμὸν
ἅμα τοῖς δυνατοῖς ἐβουλεύετο. συναισθόμενοι δὲ τὸ πλῆθος καὶ
περιχυθὲν αὐτῷ κατηντιβόλουν μὴ σφᾶς περιιδεῖν ἐπ᾽ αὐτῷ μόνῳ
κειμένους:
[194]
εἶναι γὰρ τῇ πόλει καὶ σωτηρίας μὲν ἐλπὶς παραμένων,
παντὸς ἀγωνισομένου δι᾽ αὐτὸν προθύμως, κἂν ἁλῶσιν δέ, παραμυθίαν.
[195]
πρέπειν δ᾽ αὐτῷ μήτε φυγεῖν τοὺς ἐχθροὺς μήτ᾽ ἐγκαταλιπεῖν
τοὺς φίλους μήτ᾽ ἀποπηδᾶν ὥσπερ χειμαζομένης νεώς, εἰς
ἣν ἐν γαλήνῃ παρῆλθεν:
[196]
ἐπιβαπτίσειν γὰρ αὐτοῖς τὴν πόλιν
μηδενὸς ἔτι τοῖς πολεμίοις τολμῶντος ἀνθίστασθαι δι᾽ ὃν ἂν θαρσοῖεν
οἰχομένου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.