This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Ταῦτά τε δὴ προκλῃδονιζόμενος καὶ σταθερὰν μετ᾽ ἐμπειρίας
τὴν ἡλικίαν ὁρῶν, μέγα δὲ πίστεως αὐτοῦ τοὺς υἱοὺς ὅμηρον
καὶ τὰς τούτων ἀκμὰς χεῖρα τῆς πατρῴας συνέσεως, τάχα τι καὶ
περὶ τῶν ὅλων ἤδη τοῦ θεοῦ προοικονομουμένου,
[7]
πέμπει τὸν ἄνδρα
ληψόμενον τὴν ἡγεμονίαν τῶν ἐπὶ Συρίας στρατευμάτων, πολλὰ
πρὸς τὸ ἐπεῖγον οἷα κελεύουσιν αἱ ἀνάγκαι μειλιξάμενός τε καὶ
προθεραπεύσας.
[8]
ὁ δ᾽ ἀπὸ τῆς Ἀχαΐας, ἔνθα συνῆν τῷ Νέρωνι,
τὸν μὲν υἱὸν Τίτον ἀπέστειλεν ἐπ᾽ Ἀλεξανδρείας τὸ πέμπτον καὶ
δέκατον ἐκεῖθεν ἀναστήσοντα τάγμα, περάσας δ᾽ αὐτὸς τὸν Ἑλλήσποντον
πεζὸς εἰς Συρίαν ἀφικνεῖται κἀκεῖ τάς τε Ῥωμαϊκὰς δυνάμεις
συνήγαγε καὶ συχνοὺς παρὰ τῶν γειτνιώντων βασιλέων συμμάχους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.