This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ἐπὶ τούτοις ἡδόμενον τὸ πλῆθος εὐθέως ἀπεπειρᾶτο τῆς
διανοίας αὐτοῦ μεγάλοις αἰτήμασιν: οἱ μὲν γὰρ ἐβόων ἐπικουφίζειν
τὰς εἰσφοράς, οἱ δὲ ἀναιρεῖν τὰ τέλη, τινὲς δὲ ἀπολύειν τοὺς
δεσμώτας. ἐπένευσε δ᾽ ἑτοίμως ἅπασι θεραπεύων τὸ πλῆθος.
[5]
ἔπειτα θύσας ἐν εὐωχίᾳ μετὰ τῶν φίλων ἦν. ἔνθα δὴ περὶ δείλην
ἀθροισθέντες οὐκ ὀλίγοι τῶν νεωτερίζειν προῃρημένων ἤρξαντο
ἰδίου πένθους, ὅτε τὸ κοινὸν ἐπὶ τῷ βασιλεῖ πέπαυτο, κατολοφυρόμενοι
τοὺς κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὸν ἐκκοπέντα χρυσοῦν
ἀετὸν τῆς πύλης τοῦ ναοῦ.
[6]
ἦν δὲ τὸ πένθος οὐχ ὑπεσταλμένον,
ἀλλ᾽ οἰμωγαὶ διαπρύσιοι καὶ θρῆνος ἐγκέλευστος κοπετοί τε περιηχοῦντες
ὅλην τὴν πόλιν ὡς ἂν ἐπ᾽ ἀνδράσιν, οὓς ἔφασκον ὑπὲρ
τῶν πατρίων νόμων καὶ τοῦ ναοῦ πυρὶ παραπολέσθαι.
[7]
τιμωρεῖν
δ᾽ αὐτοῖς ἀνεβόων ἐκ τῶν ὑφ᾽ Ἡρώδου τετιμημένων χρῆναι καὶ
πρῶτον τὸν ὑπ᾽ ἐκείνου κατασταθέντα παύειν ἀρχιερέα: προσήκειν
γὰρ αὐτοῖς εὐσεβέστερον αἱρεῖσθαι καὶ καθαρώτερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.