This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[93]
Δέχεται δ᾽ ἑκατέρους Ἀλέξανδρος ἱππεῦσι μὲν χιλίοις,
μισθοφόροις δὲ πεζοῖς ὀκτακισχιλίοις: παρῆν δὲ αὐτῷ καὶ τὸ εὐνοοῦν
Ἰουδαϊκὸν εἰς μυρίους. τῶν δ᾽ ἐναντίων ἱππεῖς μὲν ἦσαν τρισχίλιοι,
πεζῶν δὲ μύριοι τετρακισχίλιοι. καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διακηρύσσοντες
οἱ βασιλεῖς ἐπειρῶντο τῶν παρ᾽ ἀλλήλοις ἀποστάσεων,
Δημήτριος μὲν τοὺς Ἀλεξάνδρου μισθοφόρους, Ἀλέξανδρος δὲ τοὺς
ἅμα Δημητρίῳ Ἰουδαίους μεταπείσειν ἐλπίσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.