This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[185]
Ἀναιρεῖται δὲ καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος πελέκει ὑπὸ
Σκιπίωνος ἐν Ἀντιοχείᾳ Πομπηίου τοῦτ᾽ ἐπιστείλαντος καὶ γενομένης
κατηγορίας πρὸ τοῦ βήματος ὧν Ῥωμαίους ἔβλαψεν. τοὺς
δ᾽ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος ὁ Μενναίου παραλαβών, ὃς ἐκράτει
τῆς ὑπὸ τῷ Λιβάνῳ Χαλκίδος, Φιλιππίωνα τὸν υἱὸν ἐπ᾽ αὐτοὺς
εἰς Ἀσκάλωνα πέμπει.
[186]
κἀκεῖνος ἀποσπάσας τῆς Ἀριστοβούλου
γυναικὸς Ἀντίγονον καὶ τὰς ἀδελφὰς αὐτοῦ πρὸς τὸν πατέρα ἀνήγαγεν.
ἁλοὺς δ᾽ ἔρωτι γαμεῖ τὴν ἑτέραν καὶ μετὰ ταῦτα ὑπὸ τοῦ
πατρὸς δι᾽ αὐτὴν κτείνεται: γαμεῖ γὰρ Πτολεμαῖος τὴν Ἀλεξάνδραν
ἀνελὼν τὸν υἱὸν καὶ διὰ τὸν γάμον κηδεμονικώτερος αὐτὸς ἦν
πρὸς τοὺς ἀδελφούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.