This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[659]
Αὐτὸς δὲ ὑποστρέφων εἰς Ἱεριχοῦντα παραγίνεται μελαγχολῶν
ἤδη, καὶ μόνον οὐκ ἀπειλῶν αὐτῷ τῷ θανάτῳ προέκοπτεν
εἰς ἐπιβολὴν ἀθεμίτου πράξεως: τοὺς γὰρ ἀφ᾽ ἑκάστης κώμης
ἐπισήμους ἄνδρας ἐξ ὅλης Ἰουδαίας συναγαγὼν εἰς τὸν καλούμενον
ἱππόδρομον ἐκέλευσεν συγκλεῖσαι.
[660]
προσκαλεσάμενος δὲ Σαλώμην
τὴν ἀδελφὴν καὶ τὸν ἄνδρα ταύτης Ἀλεξᾶν “οἶδα, ἔφη, Ἰουδαίους
τὸν ἐμὸν ἑορτάσοντας θάνατον, δύναμαι δὲ πενθεῖσθαι δι᾽ ἑτέρων
καὶ λαμπρὸν ἐπιτάφιον ἔχειν, ἂν ὑμεῖς θελήσητε ταῖς ἐμαῖς ἐντολαῖς
ὑπουργῆσαι. τούσδε τοὺς φρουρουμένους ἄνδρας ἐπειδὰν
ἐκπνεύσω τάχιστα κτείνατε περιστήσαντες τοὺς στρατιώτας, ἵνα
πᾶσα Ἰουδαία καὶ πᾶς οἶκος ἄκων ἐπ᾽ ἐμοὶ δακρύσῃ.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.