This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[598]
Ταῦτ᾽ εἰποῦσα προκομίζει τὴν πυξίδα παντάπασιν ἔχουσαν
τοῦ φαρμάκου βραχύ. βασιλεὺς δ᾽ ἐπὶ τὴν μητέρα τὴν Ἀντιφίλου
καὶ τὸν ἀδελφὸν τὰς βασάνους μετέφερεν, κἀκεῖνοι τὸν Ἀντίφιλον
κομίσαι τε ἀπ᾽ Αἰγύπτου τὴν πυξίδα ὡμολόγουν καὶ λαβεῖν παρ᾽
ἀδελφοῦ τὸ φάρμακον ἔφασκον ἰατρεύοντος ἐν Ἀλεξανδρείᾳ.
[599]
περιιόντες
δὲ οἱ Ἀλεξάνδρου καὶ Ἀριστοβούλου δαίμονες ἅπαν τὸ βασίλειον
ἐρευνηταί τε καὶ μηνυταὶ τῶν ἀδήλων ἐγίνοντο τούς τε πορρωτάτω
τῆς ὑποψίας ὄντας ἔσυρον εἰς τοὺς ἐλέγχους. εὑρίσκεται γοῦν
καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ Μαριάμμη τῆς ἐπιβουλῆς συνίστωρ:
[600]
βασανιζόμενοι γὰρ τοῦτ᾽ ἀπέδειξαν αὐτῆς οἱ ἀδελφοί. βασιλεὺς
δὲ τῆς μητρῴας τόλμης καὶ τὸν υἱὸν ἠμύνατο: τὸν γοῦν ἐξ αὐτῆς
Ἡρώδην ὄντα διάδοχον Ἀντιπάτρου τῆς διαθήκης ἐξήλειψεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.