This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[595]
Πρὸς ταῦθ᾽ ἡ γυνὴ μικρὸν διαλιποῦσα “καὶ τί γάρ, εἶπεν,
ἔτι φείδομαι τῶν ἀπορρήτων Φερώρα τεθνεῶτος ἢ σώζουσα τὸν
ἀπολέσαντα πάντας ἡμᾶς Ἀντίπατρον; ἄκουε, βασιλεῦ, καὶ μετὰ
σοῦ θεὸς ὁ μάρτυς ἐμοὶ τῆς ἀληθείας πλανηθῆναι μὴ δυνάμενος:
[596]
ὅτε ἀποθνήσκοντι Φερώρᾳ παρεκαθέζου δεδακρυμένος, τότε με προσκαλεσάμενος
ἐκεῖνος “ἦ πολύ γε, ἔφη, ὦ γύναι, τῆς εἰς ἐμαυτὸν
διανοίας τοῦ ἀδελφοῦ διήμαρτον, τὸν οὕτως στέργοντα μισήσας καὶ
κτεῖναι βουλευσάμενος τὸν οὕτως ἐπ᾽ ἐμοὶ μηδὲ τεθνεῶτί πω συγχεόμενον.
ἀλλ᾽ ἐγὼ μὲν ἀπέχω τῆς ἀσεβείας τὸ ἐπιτίμιον, σὺ δ᾽
ὃ φυλάσσεις κατ᾽ αὐτοῦ φάρμακον ὑπ᾽ Ἀντιπάτρου καταλειφθὲν
ἡμῖν φέρε καὶ βλέποντός μου ταχέως ἀφάνισον, ἵνα μὴ καὶ καθ᾽
[597]
ᾄδου φέροιμι τὸν ἀλάστορα.” καὶ κελεύσαντος ἐκόμισα καὶ πλεῖστον
μὲν εἰς τὸ πῦρ ὁρῶντος αὐτοῦ κατεκένωσα, βραχὺ δὲ ἐμαυτῇ πρὸς
τὰ ἄδηλα καὶ τὸν ἐκ σοῦ φόβον ἐτήρησα.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.