previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[552]

Ἀντιπάτρῳ δὲ ἀδήριτον ἔχοντι τὴν διαδοχὴν μῖσος μὲν ἀφόρητον ἐκ τοῦ ἔθνους ἐπεγείρεται πάντων ἐπισταμένων, ὅτι τὰς διαβολὰς τοῖς ἀδελφοῖς πάσας ἐπισυντάξειεν οὗτος, ὑποικούρει δὲ καὶ δέος οὐ μέτριον αὐξανομένην ὁρῶντι τὴν τῶν ἀνῃρημένων γενεάν: ἦσαν γὰρ Ἀλεξάνδρῳ μὲν ἐκ Γλαφύρας υἱεῖς δύο Τιγράνης καὶ Ἀλέξανδρος, Ἀριστοβούλῳ δ᾽ ἐκ Βερνίκης τῆς Σαλώμης Ἡρώδης μὲν καὶ Ἀγρίππας καὶ Ἀριστόβουλος υἱοί, θυγατέρες δὲ Ἡρωδιὰς καὶ Μαριάμμη. [553] τὴν μὲν οὖν Γλαφύραν μετὰ τῆς προικὸς Ἡρώδης ἀπέπεμψεν εἰς Καππαδοκίαν, ὡς ἀνεῖλεν Ἀλέξανδρον, τὴν Ἀριστοβούλου δὲ Βερνίκην συνῴκισεν θείῳ πρὸς μητρὸς Ἀντιπάτρου: τὴν γὰρ Σαλώμην οὖσαν διάφορον ἐξοικειούμενος Ἀντίπατρος τοῦτον ἐπραγματεύσατο τὸν γάμον. [554] περιῄει δὲ καὶ τὸν Φερώραν δώροις τε καὶ ταῖς ἄλλαις θεραπείαις καὶ τοὺς Καίσαρος φίλους οὐκ ὀλίγα πέμπων ἐπὶ Ῥώμης χρήματα. οἵ γε μὴν περὶ Σατορνῖνον ἐν Συρίᾳ πάντες ἐνεπλήσθησαν τῶν ἀπ᾽ αὐτοῦ δωρεῶν. ἐμισεῖτο δὲ διδοὺς πλεῖον, ὡς ἂν οὐκ ἐκ τοῦ μεγαλοψύχου χαριζόμενος ἀλλ᾽ ἀναλίσκων κατὰ δέος. [555] συνέβαινεν δὲ τοὺς μὲν λαμβάνοντας οὐδὲν μᾶλλον εὔνους γίνεσθαι, χαλεπωτέρους δ᾽ ἐχθροὺς οἷς μὴ διδοίη. λαμπροτέρας δὲ καθ᾽ ἡμέραν ἐποιεῖτο τὰς διαδόσεις ὁρῶν τὸν βασιλέα παρ᾽ ἃς αὐτὸς ἐλπίδας εἶχεν ἐπιμελούμενον τῶν ὀρφανῶν καὶ τὴν ἐπὶ τοῖς ἀνῃρημένοις μετάνοιαν ἐμφαίνοντα δι᾽ ὧν ἠλέει τοὺς ἐξ ἐκείνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: