This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[538]
Τούτοις Ἡρώδης πείθεται, καὶ παραγενόμενος εἰς Βηρυτόν,
ἔνθα προσέταξεν Καῖσαρ, συνῆγε τὸ δικαστήριον. προκαθίζουσίν
τε οἱ ἡγεμόνες γραφὲν αὐτοῖς ὑπὸ Καίσαρος, Σατορνῖνός τε καὶ
οἱ περὶ Πεδάνιον πρέσβεις, σὺν οἷς [καὶ] Οὐολούμνιος ἐπίτροπος,
ἔπειθ᾽ οἱ τοῦ βασιλέως συγγενεῖς καὶ φίλοι, Σαλώμη τε καὶ
Φερώρας, μεθ᾽ οὓς οἱ πάσης Συρίας ἄριστοι πλὴν Ἀρχελάου τοῦ
βασιλέως: τοῦτον γὰρ ὄντα κηδεστὴν Ἀλεξάνδρου δι᾽ ὑποψίας εἶχεν
Ἡρώδης.
[539]
τούς γε μὴν υἱοὺς οὐ προήγαγεν εἰς τὴν δίκην μάλα
προμηθῶς: ᾔδει γάρ, ὅτι καὶ μόνον ὀφθέντες ἐλεηθήσονται πάντως:
εἰ δὲ δὴ καὶ λόγου μεταλάβοιεν, ῥᾳδίως Ἀλέξανδρον ἀπολύσεσθαι
τὰς αἰτίας. ἀλλ᾽ οἱ μὲν ἐν Πλατάνῃ κώμῃ Σιδωνίων ἐφρουροῦντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.