This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[214]
Καὶ οὐ διήμαρτεν τῆς οἰήσεως: ὁ γὰρ Ἡρώδης κατ᾽ ὀργὴν
τῆς περὶ τὴν δίκην ἀπειλῆς στρατιὰν ἀθροίσας ἐπὶ Ἱεροσολύμων
ἦγεν καταλύσων τὸν Ὑρκανόν. κἂν ἔφθη τοῦτο ποιήσας, εἰ μὴ
προεξελθόντες ὅ τε πατὴρ καὶ ὁ ἀδελφὸς ἔκλασαν αὐτοῦ τὴν ὁρμὴν
παρακαλοῦντες καὶ αὐτὸν ἀπειλῇ καὶ ἀνατάσει μόνῃ μετρῆσαι τὴν
ἄμυναν, φείσασθαι δὲ τοῦ βασιλέως, ὑφ᾽ οὗ μέχρι τοσαύτης δυνάμεως
προῆλθεν: δεῖν τε, εἰ κληθεὶς ἐπὶ δίκην παρώξυνται, καὶ
περὶ τῆς ἀφέσεως εὐχαριστεῖν καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπὸν
ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχάριστον εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.