This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[358]
βασιλεὺς δὲ Ἡρώδης διακρίνας τὸ κατὰ
τὴν πόλιν πλῆθος τοὺς μὲν τὰ αὐτοῦ φρονήσαντας εὐνουστέρους
ταῖς τιμαῖς καθίστατο, τοὺς δ᾽ Ἀντιγονείους ἀνῄρει. καὶ κατὰ
σπάνιν ἤδη χρημάτων ὅσον εἶχεν κόσμον κατανομιστεύσας Ἀντωνίῳ
καὶ τοῖς περὶ αὐτὸν ἀνέπεμψεν.
[359]
οὐ μὴν εἰς ἅπαν ἐξωνήσατο τὸ
μηδὲν παθεῖν: ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος
ἥττων ἦν ἐν πᾶσιν τῆς ἐπιθυμίας, Κλεοπάτρα δὲ διεξελθοῦσα
τὴν γενεὰν τὴν ἑαυτῆς ὡς μηδένα τῶν ἀφ᾽ αἵματος ὑπολείπεσθαι,
[360]
τὸ λοιπὸν ἐπὶ τοὺς ἔξωθεν ἐφόνα, καὶ τοὺς ἐν τέλει
Σύρων διαβάλλουσα πρὸς τὸν Ἀντώνιον ἀναιρεῖν ἔπειθεν ὡς ἂν
τῶν κτήσεων ἑκάστου ῥᾳδίως γινομένη δεσπότις, ἔτι δὲ ἐκτείνουσα
τὴν πλεονεξίαν ἐπὶ Ἰουδαίους καὶ Ἄραβας ὑπειργάζετο τοὺς ἑκατέρων
βασιλεῖς Ἡρώδην καὶ Μάλχον ἀναιρεθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.