This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[345]
Γήμας δὲ ὑπέστρεψεν ἐπὶ Ἱεροσολύμων μετὰ μείζονος δυνάμεως:
συνῆπτε δ᾽ αὐτῷ καὶ Σόσσιος μετὰ πλείστης στρατιᾶς
ἱππέων τε καὶ πεζῶν, ἣν προεκπέμψας διὰ τῆς μεσογείου τὴν
πορείαν αὐτὸς διὰ Φοινίκης ἐποιήσατο.
[346]
συναθροισθείσης δὲ τῆς
ὅλης δυνάμεως εἰς ἕνδεκα μὲν τέλη πεζῶν, ἱππεῖς δὲ ἑξακισχιλίους
δίχα τῶν ἀπὸ Συρίας συμμάχων, οἳ μέρος οὐκ ὀλίγον ἦσαν, καταστρατοπεδεύονται
τοῦ βορείου τείχους πλησίον, αὐτὸς μὲν πεποιθὼς
τοῖς τῆς συγκλήτου δόγμασιν, δι᾽ ὧν βασιλεὺς ἀπεδέδεικτο,
Σόσσιος δὲ Ἀντωνίῳ τῷ πέμψαντι τὴν ὑπ᾽ αὐτῷ στρατιὰν Ἡρώδῃ
σύμμαχον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.