This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[340]
Ἡρώδης δὲ πρὸς ἑσπέραν [ἤδη] τοὺς φίλους κεκμηκότας ἐπὶ
θεραπείᾳ τοῦ σώματος διαφεὶς καὶ αὐτὸς ὡς ἦν ἔτι θερμὸς ἐκ
τῶν ὅπλων λουσόμενος ᾔει στρατιωτικώτερον: εἷς γοῦν αὐτῷ παῖς
εἵπετο. καὶ πρὶν εἰς τὸ βαλανεῖον εἰσελθεῖν ἐναντίον αὐτοῦ τις
ἐκτρέχει τῶν πολεμίων ξιφήρης, ἔπειτα δεύτερος καὶ τρίτος, ἑξῆς
δὲ πλείους.
[341]
οὗτοι καταπεφεύγεσαν μὲν ἐκ τῆς παρατάξεως εἰς τὸ
βαλανεῖον ὡπλισμένοι, τέως δ᾽ ὑποπεπτηχότες καὶ διαλανθάνοντες
ὡς ἐθεάσαντο τὸν βασιλέα, λυθέντες ὑπ᾽ ἐκπλήξεως αὐτὸν μὲν
παρέτρεχον γυμνὸν ὄντα τρέμοντες, ἐπὶ δὲ τὰς ἐξόδους ἐχώρουν.
τῶν μὲν οὖν ἄλλων οὐδεὶς παρῆν κατὰ τύχην ὁ συλληψόμενος τοὺς
ἄνδρας, Ἡρώδῃ δ᾽ ἀπέχρη τὸ μηδὲν παθεῖν, ὥστε διαφεύγουσιν
πάντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.