This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[259]
Οὐ μὴν Φασάηλος καίτοι πολλὰ παραινοῦντος Ὀφελλίου
φεύγειν, πέπυστο γὰρ οὗτος παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου
τότε Σύρων τὴν σύνταξιν τῆς ἐπιβουλῆς ὅλην, καταλιπεῖν Ὑρκανὸν
ὑπέμεινεν, ἀλλὰ τῷ σατράπῃ προσελθὼν ἄντικρυς ὠνείδιζεν τὴν
ἐπιβουλὴν καὶ μάλισθ᾽ ὅτι γένοιτο τοιοῦτος χρημάτων ἕνεκεν:
πλείω γε μὴν αὐτὸς ὑπὲρ σωτηρίας δώσειν ὧν Ἀντίγονος ὑπὲρ
βασιλείας ὑπέσχετο.
[260]
πρὸς ταῦτα πανούργως ὁ Πάρθος ἀπολογίαις
τε καὶ ὅρκοις ἀποσκευασάμενος τὴν ὑποψίαν ᾤχετο πρὸς Πάκορον.
εὐθέως δὲ τῶν καταλειφθέντων Πάρθων οἷς προσετέτακτο Φασάηλόν
τε καὶ Ὑρκανὸν συνελάμβανον τά τε ἄλλα πρὸς τὴν ἐπιορκίαν καὶ
τὸ ἄπιστον αὐτοῖς καταρωμένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.