This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[218]
συνίσταται δὲ Ῥωμαίοις
κατὰ τοῦτον τὸν καιρὸν ὁ μέγας πόλεμος Κασσίου καὶ Βρούτου
κτεινάντων δόλῳ Καίσαρα κατασχόντα τὴν ἀρχὴν ἐπ᾽ ἔτη τρία καὶ
μῆνας ἑπτά. μεγίστου δ᾽ ἐπὶ τῷ φόνῳ γενομένου κινήματος καὶ
διαστασιασθέντων τῶν δυνατῶν ἕκαστος ἐλπίσιν οἰκείαις ἐχώρει
πρὸς ὃ συμφέρειν ὑπελάμβανεν, καὶ δὴ καὶ Κάσσιος εἰς Συρίαν
καταληψόμενος τὰς περὶ Ἀπάμειαν δυνάμεις.
[219]
ἔνθα Βάσσῳ τε
Μοῦρκον καὶ τὰ διεστῶτα τάγματα διαλλάξας ἐλευθεροῖ μὲν Ἀπάμειαν
τῆς πολιορκίας, ἡγούμενος δ᾽ αὐτὸς τῆς στρατιᾶς ἐπῄει
φορολογῶν τὰς πόλεις καὶ παρὰ δύναμιν τὰς εἰσπράξεις ποιούμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.