This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[176]
Καὶ τοσοῦτον οἱ πλεῖστοι τῶν ἀνθρώπων ἀπέχουσι τοῦ
κατὰ τοὺς οἰκείους νόμους ζῆν, ὥστε σχεδὸν αὐτοὺς οὐδ᾽ ἴσασιν,
ἀλλ᾽ ὅταν ἐξαμάρτωσιν, τότε παρ᾽ ἄλλων μανθάνουσιν, ὅτι τὸν
[177]
νόμον παραβεβήκασιν, οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ᾽
αὐτοῖς ἀρχὰς διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν: ἐπιστάτας γὰρ
παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας τοὺς ἐμπειρίαν
ἔχειν τῶν νόμων ὑπισχνουμένους.
[178]
ἡμῶν δὲ ὁντινοῦν τις ἔροιτο
τοὺς νόμους ῥᾷον ἂν εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. τοιγαροῦν
ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως αὐτοὺς ἐκμανθάνοντες ἔχομεν
ἐν ταῖς ψυχαῖς ὥσπερ ἐγκεχαραγμένους, καὶ σπάνιος μὲν ὁ
παραβαίνων, ἀδύνατος δ᾽ ἡ τῆς κολάσεως παραίτησις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.