previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[186]

Δευτέρῳ δ᾽ ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος: θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δ᾽ ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι. [187] καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν. [188] ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων: διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι. [189] παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν: εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις: περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετ᾽ ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ. [190] δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν δεδωκέναι τοῖς Ἰσραηλίταις παρῄνει ποιεῖν προφήτης τι τῷ θεῷ δοκεῖ, χρήματα δ᾽ αὐτῷ πολλὰ παρ᾽ αὐτοῦ γενήσεσθαι. καὶ τοὺς μὲν ἀπολύει χαρίζεσθαι τὸν μισθὸν εἰπών, αὐτὸς δὲ μετὰ τῆς οἰκείας δυνάμεως ἐπὶ τὰ προειρημένα τῶν ἐθνῶν ἐστράτευσε: [191] καὶ κρατήσας αὐτῶν τῇ μάχῃ μυρίους μὲν ἀπέκτεινε, τοσούτους δὲ ζῶντας ἔλαβεν, οὓς ἐπὶ τὴν μεγάλην ἀγαγὼν πέτραν, ἥπερ ἐστὶ κατὰ τὴν Ἀραβίαν, ἀπ᾽ αὐτῆς κατεκρήμνισεν, ἀπήγαγέ τε λείαν πολλὴν καὶ πλοῦτον ἄφθονον ἐκ τῶν ἐθνῶν. [192] Ἀμασίου δ᾽ ἐν τούτοις ὑπάρχοντος οἱ τῶν Ἰσραηλιτῶν οὓς ἀπέλυσε μισθωσάμενος ἀγανακτήσαντες ἐπὶ τούτῳ καὶ νομίσαντες ὕβριν εἶναι τὴν ἀπόλυσιν, οὐ γὰρ ἂν τοῦτο παθεῖν μὴ κατεγνωσμένους, ἐπῆλθον αὐτοῦ τῇ βασιλείᾳ καὶ μέχρι Βηθσεμήρων προελθόντες διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: