previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[166]

Ὡς δ᾽ ἐτελεύτησεν οὗτος ἔτη μὲν βιώσας ἑκατὸν καὶ τριάκοντα δίκαιος δὲ καὶ πάντα χρηστὸς γενόμενος, ἐτάφη δ᾽ ἐν ταῖς βασιλικαῖς θήκαις ἐν Ἱεροσολύμοις, ὅτι τῷ Δαυίδου γένει τὴν βασιλείαν ἀνεκτήσατο, προέδωκεν βασιλεὺς τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. [167] συνδιεφθάρησαν δ᾽ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες, ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρ᾽ αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς. [168] οἱ δ᾽ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον, ὡς μήτε οἷς οἱ πρὸ αὐτῶν ἐξυβρίσαντες εἰς τὰ νόμιμα πανοικὶ κολασθέντες ἔπαθον, μήθ᾽ οἷς οἱ προφῆται προύλεγον πεισθέντες μετανοῆσαι καὶ μετελθεῖν ἐξ ὧν εἰς ἐκεῖνα παρανομήσαντες ἐτράπησαν: ἀλλὰ καὶ Ζαχαρίαν υἱὸν τοῦ ἀρχιερέως Ἰώδα λίθοις βασιλεὺς ἐκέλευσε βληθέντα ἀποθανεῖν ἐν τῷ ἱερῷ τῶν τοῦ πατρὸς εὐεργεσιῶν αὐτοῦ λαθόμενος, [169] ὅτι τοῦ θεοῦ προφητεύειν αὐτὸν ἀποδείξαντος στὰς ἐν μέσῳ τῷ πλήθει συνεβούλευεν αὐτῷ τε καὶ τῷ βασιλεῖ τὰ δίκαια πράττειν καὶ τιμωρίαν ὅτι μεγάλην ὑφέξουσι μὴ πειθόμενοι προύλεγε. τελευτῶν μέντοι Ζαχαρίας μάρτυρα καὶ δικαστὴν ὧν ἔπασχε τὸν θεὸν ἐποιεῖτο ἀντὶ χρηστῆς συμβουλίας καὶ ὧν πατὴρ αὐτοῦ παρέσχεν Ἰωάσῳ πικρῶς καὶ βιαίως ἀπολλύμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: