previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[95]

Ἰώραμος δὲ τῶν Ἱεροσολύμων βασιλεύς, καὶ τούτῳ γὰρ ἦν ταὐτὸν καθὼς προειρήκαμεν ἔμπροσθεν ὄνομα, παραλαβὼν τὴν ἀρχὴν εὐθὺς ἐπὶ σφαγὴν τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πατρῴων φίλων οἳ καὶ ἡγεμόνες ἦσαν ἐχώρησε, τὴν ἀρχὴν καὶ τὴν ἐπίδειξιν τῆς πονηρίας ἐντεῦθεν ποιησάμενος καὶ μηδὲν διενεγκὼν τῶν τοῦ λαοῦ βασιλέων, οἳ πρῶτοι παρηνόμησαν εἰς τὰ πάτρια τῶν Ἑβραίων ἔθη καὶ τὴν τοῦ θεοῦ θρησκείαν. [96] ἐδίδαξε δ᾽ αὐτὸν τά τ᾽ ἄλλα εἶναι κακὸν καὶ δὴ καὶ ξενικοὺς θεοὺς προσκυνεῖν Γοθολία θυγάτηρ μὲν Ἀχάβου συνοικοῦσα δ᾽ αὐτῷ. καὶ μὲν θεὸς διὰ τὴν πρὸς Δαυίδην ὁμολογίαν οὐκ ἐβούλετο τούτου τὸ γένος ἐξαφανίσαι, Ἰώραμος δ᾽ οὐ διέλειπεν ἑκάστης ἡμέρας καινουργῶν ἐπ᾽ ἀσεβείᾳ καὶ λύμῃ τῶν ἐπιχωρίων ἐθισμῶν. [97] ἀποστάντων δὲ αὐτοῦ κατ᾽ ἐκεῖνον τὸν καιρὸν τῶν Ἰδουμαίων καὶ τὸν μὲν πρότερον ἀποκτεινάντων βασιλέα, ὃς ὑπήκουεν αὐτοῦ τῷ πατρί, ὃν δ᾽ ἐβούλοντο αὐτοὶ καταστησάντων Ἰώραμος μετὰ τῶν περὶ αὐτὸν ἱππέων καὶ τῶν ἁρμάτων νυκτὸς εἰς τὴν Ἰδουμαίαν ἐνέβαλε, καὶ τοὺς μὲν πέριξ τῆς αὑτοῦ βασιλείας διέφθειρε, περαιτέρω δ᾽ οὐ προῆλθεν. [98] ὤνησε μέντοι τοῦτο ποιήσας οὐδὲ ἕν: πάντες γὰρ ἀπέστησαν αὐτοῦ καὶ οἱ τὴν χώραν τὴν καλουμένην Λαβίναν νεμόμενοι. ἦν δ᾽ οὕτως ἐμμανής, ὥστε τὸν λαὸν ἠνάγκαζεν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρῶν ἀναβαίνοντα προσκυνεῖν τοὺς ἀλλοτρίους θεούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: