previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[165]

Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγε: [166] πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλ᾽ οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς: [167] ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δ᾽ ἀφικομένην αὐτὴν ἡδέως βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον προσεδόκα τις ἐπελύετο. [168] δ᾽ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δ᾽ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων: [169] καὶ γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δ᾽ αὐτὴν τε οἶκος δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ τῶν καθ᾽ ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ μετ᾽ ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ αἱ καθ᾽ ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰς ἐπιμελές. [170] ταῦθ᾽ ὁρῶσα καθ᾽ ἡμέραν ὑπερεθαύμαζε, καὶ κατασχεῖν οὐ δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν ἐποίησεν αὑτὴν θαυμαστικῶς διακειμένην: πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφ᾽ ὧν ἠλέγχθη σφόδρα τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη: [171]πάντα μὲν γάρ, εἶπεν, βασιλεῦ, τὰ δι᾽ ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετ᾽ ἀπιστίας παραγίνεται, τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλ᾽ οὖσα ἀληθὴς πολὺ [172] καταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν παροῦσα τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων οὐχ οὕτως ἐποίει γνώριμον, ὡς ὄψις αὐτὸ καὶ τὸ παρ᾽ αὐτοῖς εἶναι συνίστησιν. ἐγὼ γοῦν οὐδὲ τοῖς ἀπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρηκα. [173] καὶ μακάριόν τε τὸν Ἑβραίων λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθ᾽ ἡμέραν τῆς σῆς ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε σὲ ποιῆσαι βασιλέα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: