previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[91]

Οἰνοχόας δ᾽ βασιλεὺς μυριάδας ὀκτὼ κατεσκεύασε καὶ φιαλῶν χρυσέων δέκα ἀργυρέας δὲ διπλασίονας. πινάκων δὲ χρυσέων εἰς τὸ προσφέρειν ἐν αὐτοῖς πεφυραμένην σεμίδαλιν τῷ βωμῷ μυριάδας ὀκτώ, τούτων δ᾽ ἀργυροῦς διπλασίονας. κρατῆρας δ᾽ οἷς ἐνεφύρων τὴν σεμίδαλιν μετ᾽ ἐλαίου χρυσέους μὲν ἑξακισμυρίους, ἀργυρέους δὲ δὶς τοσούτους. [92] τὰ μέτρα δὲ τοῖς Μωυσήου λεγομένοις δὲ ειν καὶ ἐσσάρωνες παραπλήσια, χρυσᾶ μὲν δισμύρια ἀργύρεα δὲ διπλασίονα. θυμιατήρια δὲ χρυσᾶ ἐν οἷς ἐκομίζετο τὸ θυμίαμα εἰς τὸν ναὸν δισμύρια: ὁμοίως ἄλλα θυμιατήρια οἷς ἐκόμιζον ἀπὸ τοῦ μεγάλου βωμοῦ πῦρ ἐπὶ τὸν μικρὸν βωμὸν τὸν ἐν τῷ ναῷ πεντακισμύρια. [93] στολὰς δὲ ἱερατικὰς τοῖς ἀρχιερεῦσι σὺν ποδήρεσιν ἐπωμίσι καὶ λογίῳ καὶ λίθοις χιλίας: δὲ στεφάνη, εἰς ἣν τὸν θεὸν Μωυσῆς ἔγραψε, μία ἦν καὶ διέμεινεν ἄχρι τῆσδε τῆς ἡμέρας: τὰς δὲ ἱερατικὰς στολὰς ἐκ βύσσου κατεσκεύασε καὶ ζώνας πορφυρᾶς εἰς ἕκαστον μυρίας. [94] καὶ σαλπίγγων κατὰ Μωυσέος ἐντολὴν μυριάδας εἴκοσι, καὶ στολῶν τοῖς ὑμνῳδοῖς Ληουιτῶν ἐκ βύσσου μυριάδας εἴκοσι: καὶ τὰ ὄργανα τὰ μουσικὰ καὶ πρὸς τὴν ὑμνῳδίαν ἐξηυρημένα, καλεῖται νάβλας καὶ κινύρας, ἐξ ἠλέκτρου κατεσκεύασε τετρακισμύρια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: