previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81]

Ἐποίησε δὲ καὶ λουτήρων δέκα βάσεις χαλκᾶς τετραγώνους. τούτων ἑκάστη μῆκος γεγόνει πηχῶν πέντε πλάτος τεσσάρων ὕψος ἕξ. συνεκέκλειτο δὲ τὸ ἔργον κατὰ μέρος τετορευμένον οὕτως: τέσσαρες ἦσαν κιονίσκοι κατὰ γωνίαν ἑστῶτες τετράγωνοι τὰ πλευρὰ τῆς βάσεως ἐξ ἑκατέρου μέρους ἐν αὑτοῖς ἔχοντες ἐξηρμοσμένα. [82] ἦν δὲ ταῦτα τριχῇ διῃρημένα: ἑκάστην δὲ χώραν ὅρος ἐπεῖχεν εἰς ὑπόβασιν κατεσκευασμένος, ἐφ᾽ οἷς ἐτετόρευτο πῇ μὲν λέων πῇ δὲ ταῦρος καὶ ἀετός, ἐπὶ δὲ τῶν κιονίσκων ὁμοίως ἐξείργαστο τοῖς κατὰ τὰ πλευρὰ τετορευμένοις. [83] τὸ δὲ πᾶν ἔργον ἐπὶ τεσσάρων αἰωρούμενον τροχῶν εἱστήκει. χωνευτοὶ δ᾽ ἦσαν οὗτοι πλήμνας καὶ ἄντυγας πήχεως καὶ ἡμίσους ἔχοντες τὴν διάμετρον. ἐθαύμασεν ἄν τις τὰς ἀψῖδας τῶν τροχῶν θεασάμενος, ὅπως συντετορευμέναι καὶ τοῖς πλευροῖς τῶν βάσεων προσηνωμέναι ἁρμονίως ταῖς ἄντυξιν ἐνέκειντο: ἦσαν δ᾽ ὅμως οὕτως ἔχουσαι. [84] τὰς δὲ γωνίας ἄνωθεν συνέκλειον ὦμοι χειρῶν ἀνατεταμένων, οἷς ἐπεκάθητο σπεῖρα κατὰ κοῖλον ἐπικειμένη τὸν λουτῆρα ταῖς χερσὶν ἐπαναπαυόμενον ἀετοῦ καὶ λέοντος αὐτοῖς ἐφηρμοσμένων, ὡς σύμφυτα ταῦτ᾽ εἶναι δοκεῖν τοῖς ὁρῶσι. μεταξὺ δὲ τούτων φοίνικες ἦσαν τετορευμένοι. τοιαύτη μὲν κατασκευὴ τῶν δέκα βάσεων ὑπῆρχε. [85] προσεξείργαστο δὲ καὶ χυτρογαύλους δέκα λουτῆρας στρογγύλους χαλκοῦς, ὧν ἕκαστος ἐχώρει τεσσαράκοντα χόας: τὸ γὰρ ὕψος εἶχε τεσσάρων πηχῶν καὶ τοσούτοις ἀλλήλων αὐτοῖς διειστήκει τὰ χείλη. τίθησι δὲ τοὺς λουτῆρας τούτους ἐπὶ τῶν δέκα βάσεων τῶν κληθεισῶν Μεχενώθ. [86] πέντε δὲ λουτῆρας ἵστησιν ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν: κατὰ δ᾽ αὐτὸ καὶ τὴν θάλασσαν ἔθηκε. [87] πληρώσας δὲ ὕδατος τὴν μὲν θάλασσαν ἀπέδειξεν εἰς τὸ νίπτειν τοὺς εἰς τὸν ναὸν εἰσιόντας ἱερεῖς ἐν αὐτῇ τὰς χεῖρας καὶ τοὺς πόδας μέλλοντας ἀναβαίνειν ἐπὶ τὸν βωμόν, τοὺς δὲ λουτῆρας εἰς τὸ καθαίρειν τὰ ἐντὸς τῶν ὁλοκαυτουμένων ζῴων καὶ τοὺς πόδας αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: