previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50]

δὲ τῶν Τυρίων βασιλεὺς Εἴρωμος ἀκούσας ὅτι Σολόμων τὴν τοῦ πατρὸς διεδέξατο βασιλείαν ὑπερήσθη, φίλος γὰρ ἐτύγχανε τῷ Δαυίδῃ, καὶ πέμψας πρὸς αὐτὸν ἠσπάζετό τε καὶ συνέχαιρεν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς. ἀποστέλλει δὲ πρὸς αὐτὸν Σολόμων γράμματα δηλοῦντα τάδε: [51]βασιλεὺς Σολόμων Εἱρώμῳ βασιλεῖ. ἴσθι μου τὸν πατέρα βουληθέντα κατασκευάσαι τῷ θεῷ ναὸν ὑπὸ τῶν πολέμων καὶ τῶν συνεχῶν στρατειῶν κεκωλυμένον: οὐ γὰρ ἐπαύσατο πρότερον τοὺς ἐχθροὺς καταστρεφόμενος πρὶν πάντας αὐτοὺς φόρων ὑποτελεῖς πεποιηκέναι. [52] ἐγὼ δὲ χάριν οἶδα τῷ θεῷ τῆς παρούσης εἰρήνης καὶ διὰ ταύτην εὐσχολῶν οἰκοδομῆσαι τῷ θεῷ βούλομαι τὸν οἶκον: καὶ γὰρ ὑπ᾽ ἐμοῦ τοῦτον ἔσεσθαι τῷ πατρί μου προεῖπεν θεός. διὸ παρακαλῶ σε συμπέμψαι τινὰς τοῖς ἐμοῖς εἰς Λίβανον τὸ ὄρος κόψοντας ξύλα: πρὸς γὰρ τομὴν ὕλης ἐπιστημονέστερον ἔχουσι τῶν ἡμετέρων οἱ Σιδώνιοι. μισθὸν δ᾽ ὃν ἂν ὁρίσῃς ἐγὼ τοῖς ὑλουργοῖς παρέξω.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: