previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[35]

Στρατηγοὶ δ᾽ αὐτῷ καὶ ἡγεμόνες ἦσαν τῆς χώρας ἁπάσης οἵδε: τῆς μὲν Ἐφραίμου κληρουχίας Οὔρης: ἐπὶ δὲ τῆς Βιθιέμες τοπαρχίας ἦν Διόκληρος: τὴν δὲ τῶν Δώρων καὶ τὴν παραλίαν Ἀβινάδαβος εἶχεν ὑπ᾽ αὐτῷ γεγαμηκὼς τὴν Σολόμωνος θυγατέρα: [36] τὸ δὲ μέγα πεδίον ἦν ὑπὸ Βαναίᾳ τῷ Ἀχίλου παιδί, προσεπῆρχε δὲ καὶ τῆς ἄχρι Ἰορδάνου πάσης: τὴν δὲ Γαλαδῖτιν καὶ Γαυλανῖτιν ἕως τοῦ Λιβάνου ὄρους καὶ πόλεις ἑξήκοντα μεγάλας καὶ ὀχυρωτάτας ἔχων ὑφ᾽ αὑτὸν Γαβάρης διεῖπεν: Ἀχινάδαβος δὲ τῆς Γαλιλαίας ὅλης ἄχρι Σιδῶνος ἐπετρόπευε συνοικῶν καὶ αὐτὸς θυγατρὶ Σολόμωνος Βασίμα τοὔνομα: [37] τὴν δὲ περὶ Ἀκὴν παραλίαν εἶχε Βανακάτης: Σαφάτης δὲ τὸ Ἰταβύριον ὄρος καὶ Καρμήλιον καὶ τὴν κάτω Γαλιλαίαν ἄχρι τοῦ ποταμοῦ Ἰορδάνου χώραν ἐπὶ τούτῳ πᾶσαν ἐπετέτραπτο: Σουμούις δὲ τὴν τῆς Βενιαμίδος κληρουχίαν ἐγκεχείριστο: Γαβάρης δὲ εἶχε τὴν πέραν τοῦ Ἰορδάνου χώραν: ἐπὶ δὲ τούτων εἷς πάλιν ἄρχων ἀποδέδεικτο. [38] θαυμαστὴν δ᾽ ἐπίδοσιν ἔλαβεν τε τῶν Ἑβραίων λαὸς καὶ Ἰούδα φυλὴ πρὸς γεωργίαν τραπέντων καὶ τὴν τῆς γῆς ἐπιμέλειαν: εἰρήνης γὰρ ἀπολαύοντες καὶ πολέμοις καὶ ταραχαῖς μὴ περισπώμενοι καὶ προσέτι τῆς ποθεινοτάτης ἐλευθερίας ἀκρατῶς ἐμφορούμενοι πρὸς τῷ συναύξειν ἕκαστος τὰ οἰκεῖα καὶ ποιεῖν ἄξια πλείονος ὑπῆρχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: