previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[90]

Ὁρῶν δ᾽ βασιλεὺς κατὰ πᾶσαν αὐτῷ τὰ πράγματα σχεδὸν ἡμέραν ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἐνόμιζεν ἐξαμαρτάνειν αὑτὸν, εἰ μένων αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστην τὴν ἄλλην κατασκευὴν ἔχουσι περιορᾷ τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην: [91] ἐβούλετο δὲ τῷ θεῷ κατασκευάσαι ναόν, ὡς Μωυσῆς εἶπε, καὶ περὶ τούτων Νάθᾳ τῷ προφήτῃ διαλεχθείς, ἐπεὶ ποιεῖν ὅτιπερ ὥρμηται προσέταξεν αὐτὸν ὡς τοῦ θεοῦ πρὸς ἅπαντ᾽ αὐτῷ συνεργοῦ παρόντος, εἶχεν ἤδη περὶ τὴν τοῦ ναοῦ κατασκευὴν προθυμότερον. [92] τοῦ θεοῦ δὲ κατ᾽ ἐκείνην τὴν νύκτα τῷ Νάθᾳ φανέντος καὶ φράσαι κελεύσαντος τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἀποδέχεται, μηδενὸς μὲν πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι. τούτου δὲ ταύτην τὴν διάνοιαν λαβόντος: οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ. [93] μετὰ μέντοι γε τὸν θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον γενήσεσθαι τὸν ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετ᾽ αὐτὸν τὴν βασιλείαν παραληψομένου κληθησομένου δὲ Σολομῶνος, οὗ προστήσεσθαι καὶ προνοήσειν ὡς πατὴρ υἱοῦ κατεπηγγέλλετο, τὴν μὲν βασιλείαν τέκνων ἐγγόνοις φυλάξων καὶ παραδώσων, αὐτὸν δὲ τιμωρήσων, ἂν ἁμαρτὼν τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ. [94] μαθὼν ταῦτα παρὰ τοῦ προφήτου Δαυίδης καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ τοῖς ἐγγόνοις αὐτοῦ τὴν ἀρχὴν διαμένουσαν ἐγνωκέναι βεβαίως καὶ τὸν οἶκον αὐτοῦ λαμπρὸν ἐσόμενον καὶ περιβόητον πρὸς τὴν κιβωτὸν παραγίνεται, [95] καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἤδη ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς τηλικοῦτο μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐγγόνοις αὐτοῦ καθυπέσχετο, τῆς προνοίας, ἣν Ἑβραίων καὶ τῆς τούτων ἐλευθερίας ἐποιήσατο. ταῦτ᾽ εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπαλλάσσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: