previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[245]

Ἀχιμᾶς δὲ Σαδώκου τοῦ ἀρχιερέως υἱὸς Ἰωάβῳ προσελθὼν ἐδεῖτο αὐτοῦ τὴν νίκην ἐπιτρέψαι πορευθέντι Δαυίδῃ μηνῦσαι, καὶ ὅτι τῆς παρὰ τοῦ θεοῦ βοηθείας ἔτυχε καὶ προνοίας εὐαγγελίσασθαι. [246] καὶ τὸν μέν, οὐ προσήκειν εἰπὼν αὐτῷ καλῶν ἄγγελον ἀεὶ γεγενημένον νῦν ἀπιέναι δηλώσοντα θάνατον τῷ βασιλεῖ τοῦ παιδὸς αὐτοῦ, μένειν ἠξίου, καλέσας δὲ τὸν Χουσὶν ἐκείνῳ προσέταξε τὸ ἔργον, ἵν᾽ ὅπερ αὐτὸς εἶδε τοῦτο μηνύσειε τῷ βασιλεῖ. [247] τοῦ δ᾽ Ἀχιμᾶ πάλιν δεηθέντος αὐτῷ τὴν ἀγγελίαν ἐφεῖναι, περὶ μόνης γὰρ αὐτὴν ποιήσεσθαι τῆς νίκης ἡσυχάσειν δὲ περὶ τῆς Ἀψαλώμου τελευτῆς, ἐπέτρεψεν αὐτῷ τὴν πρὸς τὸν Δαυίδην ἄφιξιν. καὶ τὴν ἐπιτομωτέραν ἐκβαλὼν τῶν ὁδῶν, καὶ γὰρ μόνος αὐτὴν ἐγίνωσκε, τὸν Χουσὶν φθάνει. [248] καθεζομένῳ δὲ Δαυίδῃ μεταξὺ τῶν πυλῶν καὶ περιμένοντι, πότ᾽ αὐτῷ τις ἐλθὼν ἀπὸ τῆς μάχης ἀγγείλῃ τὰ κατ᾽ αὐτήν, τῶν σκοπῶν τις ἰδὼν τὸν Ἀχιμᾶν τρέχοντα καὶ μήπω τίς ἐστι γνωρίσαι δυνάμενος εἶπε πρὸς τὸν Δαυίδην βλέπειν τινὰ παραγινόμενον πρὸς αὐτόν. [249] τοῦ δ᾽ ἄγγελον εἶναι φήσαντος ἀγαθῶν, μετ᾽ ὀλίγον ἕπεσθαί τινα καὶ ἕτερον ἐδήλωσεν αὐτῷ. κἀκεῖνον δὲ ἄγγελον εἰπόντος, ἰδὼν τὸν Ἀχιμᾶν σκοπὸς ἤδη ἐγγὺς γεγενημένον τὸν Σαδώκου παῖδα τοῦ ἀρχιερέως προστρέχειν ἐσήμαινεν. δὲ Δαυίδης περιχαρὴς γενόμενος ἀγαθῶν ἄγγελον τοῦτον ἔφησεν εἶναι καί τι τῶν εὐκταίων αὐτῷ φέρειν ἀπὸ τῆς μάχης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: