previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[226]

Λυπηθεὶς δ᾽ ἐφ᾽ ὅτῳ πιστωσάμενος τὴν τοῦ Σαούλου προαίρεσιν Ἰωνάθης οὐκ ἔπεισεν ἐπηρώτα, τίνος ἐξ αὐτοῦ βούλεται τυχεῖν. δέοἶδα γάρ, ἔφη, πάντα σε χαρίζεσθαί μοι καὶ παρέχειν ἐθέλοντα: νουμηνία μὲν εἰς τὴν ἐπιοῦσάν ἐστιν, ἔθος δ᾽ ἔχω δειπνεῖν σὺν τῷ βασιλεῖ καθήμενος: [227] εἰ δή σοι δοκεῖ πορευθεὶς ἔξω τῆς πόλεως ἐν τῷ πεδίῳ λανθάνων διαμενῶ, σὺ δ᾽ ἐπιζητήσαντος αὐτοῦ λέγε πορευθῆναί με εἰς τὴν πατρίδα Βηθλέεμ᾽ ἑορτήν μου τῆς φυλῆς ἀγούσης προστιθεὶς ὅτι σύ μοι συγκεχώρηκας. κἂν μὲν οἷον εἰκὸς καὶ σύνηθές ἐστι λέγειν ἐπὶ φίλοις ἀποδημοῦσινἐπ᾽ ἀγαθῷ βεβάδικενεἴπῃ, ἴσθι μηδὲν ὕπουλον παρ᾽ αὐτοῦ εἶναι μηδ᾽ ἐχθρόν: ἂν δ᾽ ὡς ἄλλως ἀποκρίνηται τοῦτ᾽ ἔσται τεκμήριον τῶν κατ᾽ ἐμοῦ βεβουλευμένων. [228] μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, δι᾽ ἣν πίστεις τε παρ᾽ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δ᾽ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: