previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[224]

Ἰωνάθης δὲ Σαούλου παῖς ἀφικομένου πρὸς αὐτὸν ἐκεῖθεν Δαυίδου καὶ περὶ τῆς τοῦ πατρὸς ἀποδυρομένου ἐπιβουλῆς καὶ λέγοντος, ὡς οὐδὲν ἀδικήσας οὔτ᾽ ἐξαμαρτὼν σπουδάζοιτο ὑπὸ τοῦ πατρὸς αὐτοῦ φονευθῆναι, μήθ᾽ ἑαυτῷ τοῦθ᾽ ὑπονοοῦντι πιστεύειν παρεκάλει μήτε τοῖς διαβάλλουσιν, εἴ τινες ἄρα εἰσὶν οἱ τοῦτο πράττοντες, ἀλλ᾽ αὐτῷ προσέχειν καὶ θαρρεῖν: μηδὲν γὰρ τοιοῦτον ἐπ᾽ αὐτῷ φρονεῖν τὸν πατέρα: φράσαι γὰρ ἂν αὐτῷ περὶ τούτου καὶ σύμβουλον παραλαβεῖν τῇ κοινῇ γνώμῃ καὶ τἆλλα πράττοντα. [225] δὲ Δαυίδης ὤμνυεν μὴν οὕτως ἔχειν, καὶ πιστεύοντ᾽ ἠξίου προνοεῖν αὐτοῦ μᾶλλον καταφρονοῦντ᾽ ἐπ᾽ ἀληθέσι τοῖς λόγοις τότε ἀληθὲς ὑπολαβεῖν, ὅταν θεάσηται πεφονευμένον αὐτὸν πύθηται: μηδὲν λέγειν δ᾽ αὐτῷ τὸν πατέρα περὶ τούτων ἔφασκεν εἰδότα τὴν πρὸς αὐτὸν φιλίαν καὶ διάθεσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: