previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[328]

Ἐλθών τε μετ᾽ οὐ πολλὰς ἡμέρας καὶ Βόαζος ἤδη τῆς κριθῆς λελικμημένης ἐπὶ τῆς ἅλωος ἐκάθευδε. τοῦτο πυθομένη Ναάμις τεχνᾶται παρακατακλῖναι τὴν Ῥούθην αὐτῷ: καὶ γὰρ ἔσεσθαι χρηστὸν αὐταῖς ὁμιλήσαντα τῇ παιδί: καὶ πέμπει τὴν κόρην ὑπνωσομένην αὐτοῦ παρὰ τοῖς ποσίν. [329] δέ, πρὸς οὐδὲν γὰρ ἀντιλέγειν τῶν ὑπὸ τῆς ἑκυρᾶς κελευομένων ὅσιον ἡγεῖτο, παραγίνεται καὶ παραυτίκα μὲν λανθάνει τὸν Βόαζον βαθέως καθυπνωκότα, περιεγερθεὶς δὲ περὶ μέσην νύκτα καὶ αἰσθόμενος τῆς ἀνθρώπου παρακατακειμένης ἀνέκρινε τίς εἴη. [330] τῆς δ᾽ εἰπούσης τοὔνομα καὶ φαμένης ὡς αὐτῆς δεσπότην συγχωρεῖν, τότε μὲν ἡσυχίαν ἄγει, ὄρθριος δὲ πρὶν τοὺς οἰκέτας ἄρξασθαι κινεῖσθαι πρὸς τὸ ἔργον περιεγείρας αὐτὴν κελεύει τῶν κριθῶν λαβοῦσαν τι καὶ δύναιτο πορεύεσθαι πρὸς τὴν ἑκυρὰν πρὶν ὀφθῆναί τισιν αὐτόθι κεκοιμημένην, φυλάττεσθαι σῶφρον τὴν ἐπὶ τοιούτοις διαβολὴν καὶ μάλιστ᾽ ἐπὶ μὴ γεγονόσι. [331]περὶ μέντοι τοῦ παντὸς οὕτω, φησίν, ἔσται, ἐρωτᾶν τὸν ἔγγιστά μου τῷ γένει τυγχάνοντα, εἰ σοῦ χρεία γαμετῆς ἐστιν αὐτῷ, καὶ λέγοντι μὲν ἀκολουθήσεις ἐκείνῳ, παραιτουμένου δὲ νόμῳ σε συνοικήσουσαν ἄξομαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: