previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263]

Καὶ τοὺς μὲν πρέσβεις ταῦτ᾽ εἰπὼν ἀπέλυσεν: αὐτὸς δ᾽ εὐξάμενος νίκην καὶ θυσιάσειν ὑποσχόμενος, ἂν σῶος εἰς τὰ οἰκεῖα ὑποστρέψῃ, καὶ πᾶν τι καὶ πρῶτον αὐτῷ συντύχοι ἱερουργήσειν, συμβαλών τε νικᾷ παρὰ πολὺ καὶ φονεύων ἐδίωκε μέχρι πόλεως Μανιάθης, καὶ διαβὰς εἰς τὴν Ἀμμανῖτιν πόλεις τε ἠφάνισε πολλὰς καὶ λείαν ἤλασε καὶ τοὺς οἰκείους δουλείας ἀπήλλαξεν ἐν ἔτεσιν ὀκτωκαίδεκα ταύτην ὑπομείναντας. [264] ἀναστρέφων δὲ συμφορᾷ περιπίπτει κατ᾽ οὐδὲν ὁμοίᾳ τοῖς κατωρθωμένοις αὐτῷ: ὑπήντησε γὰρ θυγάτηρ αὐτῷ, μονογενὴς δ᾽ ἦν, ἔτι παρθένος. δὲ ἀνοιμώξας ἐπὶ τῷ μεγέθει τοῦ πάθους κατεμέμφετο τῆς περὶ τὴν ὑπάντησιν σπουδῆς τὴν θυγατέρα: καθιερῶσαι γὰρ αὐτὴν τῷ θεῷ. [265] τῇ δὲ τὸ συμβησόμενον οὐκ ἀηδῶς προσέπεσεν ἐπὶ νίκῃ τοῦ πατρὸς καὶ ἐλευθερίᾳ τῶν πολιτῶν τεθνηξομένῃ, παρεκάλεσε δὲ δύο μῆνας αὐτῇ παρασχόντα πρὸς τὸ μετὰ τῶν πολιτῶν ἀποθρηνῆσαι τὴν νεότητα τότε ποιεῖν τὰ κατὰ τὴν εὐχήν. [266] συγχωρήσας δὲ τὰ κατὰ τὸν προειρημένον χρόνον μετὰ τοῦτον διελθόντα θύσας τὴν παῖδα ὡλοκαύτωσεν οὔτε νόμιμον οὔτε θεῷ κεχαρισμένην θυσίαν ἐπιτελῶν, μὴ διαβασανίσας τῷ λογισμῷ τὸ γενησόμενον οἷόν τε πραχθὲν δόξει τοῖς ἀκούσασι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: