previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[80]

Καὶ Ἰησοῦς Ἐλεάζαρόν τε καὶ τὴν γερουσίαν σὺν τοῖς φυλάρχοις παραλαβὼν νέμει ταῖς ἐννέα φυλαῖς καὶ τῶν Μανασσητῶν τοῖς ἡμίσεσι, κατὰ μέγεθος ἑκάστης τῶν φυλῶν τὴν μέτρησιν ποιησάμενος. [81] κληρώσαντος δὲ αὐτοῦ, μὲν Ἰούδα λαχοῦσα πᾶσαν αἱρεῖται τὴν καθύπερθεν Ἰδουμαίαν παρατείνουσαν μὲν ἄχρι τῶν Ἱεροσολύμων τὸ δ᾽ εὖρος ἕως τῆς Σοδομίτιδος λίμνης καθήκουσαν: ἐν δὲ τῷ κλήρῳ τούτῳ πόλεις ἦσαν Ἀσκάλων καὶ Γάζα. [82] Σεμεωνὶς δέ, δευτέρα γὰρ ἦν, ἔλαχε τῆς Ἰδουμαίας τὴν Αἰγύπτῳ τε καὶ τῇ Ἀραβίᾳ πρόσορον οὖσαν. Βενιαμῖται δὲ τὴν ἀπὸ Ἰορδάνου ποταμοῦ ἔλαχον ἄχρι θαλάσσης μὲν τὸ μῆκος, τὸ δὲ πλάτος Ἱεροσολύμοις ὁριζομένην καὶ Βηθήλοις: στενώτατος δὲ κλῆρος οὗτος ἦν διὰ τὴν τῆς γῆς ἀρετήν: Ἱεριχοῦντα γὰρ καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἔλαβον. [83] δ᾽ Ἐφρὰν φυλὴ τὴν ἄχρι Γαζάρων ἀπὸ Ἰορδάνου ποταμοῦ μηκυνομένην ἔλαχεν, εὐρεῖαν δὲ ὅσον ἀπὸ Βεθήλων εἰς τὸ μέγα τελευτᾷ πεδίον, τῆς τε Μανασσήτιδος οἱ ἡμίσεις ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως, πλάτος δὲ ἐπὶ Βηθησάνων, νῦν Σκυθόπολις καλεῖται, [84] καὶ μετὰ τούτους Ἰσαχαρὶς Κάρμηλόν τε τὸ ὄρος καὶ τὸν ποταμὸν τοῦ μήκους ποιησαμένη τέρμονα, τὸ δὲ Ἰταβύριον ὄρος τοῦ πλάτους. Ζαβουλωνῖται δὲ τὴν μέχρι Γενησαρίδος καθήκουσαν δὲ περὶ Κάρμηλον καὶ θάλασσαν ἔλαχον. [85] τὴν δὲ ἀπὸ τοῦ Καρμήλου κοιλάδα προσαγορευομένην διὰ τὸ καὶ τοιαύτην εἶναι Ἀσηρῖται φέρονται πᾶσαν τὴν ἐπὶ Σιδῶνος τετραμμένην: Ἄρκη δὲ πόλις ὑπῆρχεν αὐτοῖς ἐν τῇ μερίδι καὶ Ἐκδείπους. [86] τὰ δὲ πρὸς τὰς ἀνατολὰς τετραμμένα μέχρι Δαμασκοῦ πόλεως καὶ τῆς Γαλιλαίας τὰ καθύπερθεν Νεφθαλῖται παρέλαβον ἕως τοῦ Λιβάνου ὄρους καὶ τῶν τοῦ Ἰορδάνου πηγῶν, αἳ τὴν ὁρμὴν ἐκ τοῦ ὄρους ἔχουσιν, ἐκ τοῦ καθήκοντος τοῖς ὅροις κατὰ τὰ βόρεια πόλεως Ἄρκης παροικούσης. [87] Δανῖται δὲ τῆς κοίλης ὅσα πρὸς δυόμενον τέτραπται τὸν ἥλιον λαγχάνουσιν Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι Ἰάμνειάν τε πᾶσαν καὶ Γίτταν ἀπ᾽ Ἀκκαρῶνος ἕως τοῦ ὄρους, ἐξ οὗ Ἰούδα ἦρκτο φυλή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ATABY´RIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: