previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[126]

Βάλακος δὲ ἀγανακτήσας ἐπὶ τῷ μὴ καταράτους γενέσθαι τοὺς Ἰσραηλίτας ἀποπέμπει τὸν Βάλαμον μηδεμιᾶς τιμῆς ἀξιώσας: δὲ ἀπιὼν ἤδη κἀπὶ τῷ περαιοῦν τὸν Εὐφράτην γενόμενος τόν τε Βάλακον μεταπεμψάμενος καὶ τοὺς ἄρχοντας τῶν Μαδιηνιτῶν [127]Βάλακε, φησί, καὶ Μαδιηνιτῶν οἱ παρόντες, χρὴ γὰρ καὶ παρὰ βούλησιν τοῦ θεοῦ χαρίσασθαι ὑμῖν, τὸ μὲν Ἑβραίων γένος οὐκ ἂν ὄλεθρος παντελὴς καταλάβοι οὔτ᾽ ἐν πολέμῳ οὔτ᾽ ἐν λοιμῷ καὶ σπάνει τῶν ἀπὸ γῆς καρπῶν, οὔτ᾽ ἄλλη τις αἰτία παράλογος διαφθείρειεν. [128] πρόνοια γάρ ἐστιν αὐτῶν τῷ θεῷ σώζειν ἀπὸ παντὸς κακοῦ καὶ μηδὲν ἐπ᾽ αὐτοὺς ἐᾶσαι τοιοῦτον πάθος ἐλθεῖν, ὑφ᾽ οὗ κἂν ἀπόλοιντο πάντες: συμπέσοι δ᾽ αὐτοῖς ὀλίγα τε καὶ πρὸς ὀλίγον, ὑφ᾽ ὧν ταπεινοῦσθαι δοκοῦντες εἶτ᾽ ἀνθήσουσιν ἐπὶ φόβῳ τῶν ἐπαγαγόντων αὐτοῖς τὰς βλάβας. [129] ὑμεῖς δ᾽ εἰ νίκην τινὰ πρὸς βραχὺν καιρὸν κατ᾽ αὐτῶν κερδᾶναι ποθεῖτε, τύχοιτ᾽ ἂν αὐτῆς ταῦτα ποιήσαντες: τῶν θυγατέρων τὰς μάλιστα εὐπρεπεῖς καὶ βιάσασθαι καὶ νικῆσαι τὴν τῶν ὁρώντων σωφροσύνην ἱκανὰς διὰ τὸ κάλλος ἀσκήσαντες τὴν εὐμορφίαν αὐτῶν ἐπὶ τὸ μᾶλλον εὐπρεπὲς πέμψατε πλησίον ἐσομένας τοῦ ἐκείνων στρατοπέδου, καὶ δεομένοις συνεῖναι τοῖς νεανίαις αὐτῶν προστάξατε. [130] ἐπειδὰν δὲ κεχειρωμένους ὁρῶσι ταῖς ἐπιθυμίαις, καταλιπέτωσαν καὶ παρακαλούντων μένειν μὴ πρότερον ἐπινευέτωσαν, πρὶν ἂν πείσωσιν αὐτοὺς ἀφέντας τοὺς πατρίους νόμους καὶ τὸν τούτους αὐτοῖς θέμενον τιμᾶν θεὸν τοὺς Μαδιηνιτῶν καὶ Μωαβιτῶν σέβωσιν: οὕτως γὰρ αὐτοῖς τὸν θεὸν ὀργισθήσεσθαι.’ καὶ μὲν τοῦθ᾽ ὑποθέμενος αὐτοῖς ᾤχετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: