previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[141]

καὶ Ζαμβρίας τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν. [142] ἐν τούτοις δ᾽ ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους, [143] ἔλεγε δ᾽ ὡς οὐκ ἄξια δρῷεν οὔτ᾽ αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. προσήκειν δ᾽ ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλ᾽ ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι. [144] πρὸς τούτοις δ᾽ οὐδ᾽ εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μηδὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας δι᾽ εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: