previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[87]

Μωυσῆς δὲ ὁρῶν πολεμίως αὐτοῖς τὸν Ἀμοραῖον διακείμενον οὔτε περιφρονούμενος ἀνέχεσθαι δεῖν ἔγνω καὶ τοὺς Ἑβραίους τῆς ἀπραξίας καὶ τῆς δι᾽ αὐτὴν ἀπορίας, ὑφ᾽ ἧς στασιάσαι τε πρότερον αὐτοῖς συνέπεσε καὶ τότε δυσκόλως εἶχον, ἀπαλλάξαι διαγνοὺς ἤρετο τὸν θεόν, εἰ πολεμεῖν αὐτῷ δίδωσι. [88] τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτ᾽ αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δ᾽ ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον. [89] δὲ Ἀμορραῖος οὐκέτ᾽ ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλ᾽ αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότ᾽ ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες τὸ μάχεσθαι παρέξειν: [90] ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρ᾽ ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν: Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν. [91] καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλ᾽ οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶν τε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον. [92] φόνος τε οὖν γίνεται πολὺς καὶ τραύμασιν ἐπόνουν οἱ διαφεύγοντες, ἔκαμνόν τε ἐπὶ δίψει μᾶλλον τινι τῶν πολεμικῶν, καὶ γὰρ ὥρα θέρους ἦν, καὶ ἐπιθυμίᾳ τοῦ πιεῖν. ἐπὶ ποταμὸν οὖν τοὺς πλείους καταραχθέντας, καὶ ὅσον συνεστραμμένον ἔφευγε, περιστάντες ἔβαλλον καὶ πάντας αὐτοὺς ἀκοντίζοντες ἅμα καὶ τοξεύοντες διέφθειραν. [93] ἀποθνήσκει δ᾽ αὐτῶν καὶ Σιχὼν βασιλεύς. Ἑβραῖοι δὲ νεκροὺς ἐσκύλευον καὶ λείαν ἔλαβον καὶ πολλὴν ἀφθονίαν τῶν ἐκ τῆς γῆς εἶχον μεστῆς ἔτι τῶν καρπῶν ὑπαρχούσης, [94] καὶ διεξῄει πᾶσιν ἀδεῶς τὸ στράτευμα προνομῇ χρώμενον ἁλισκομένων καὶ τῶν πόλεων: οὐδὲν γὰρ παρὰ τούτων ἦν ἐμπόδιον τοῦ μαχίμου παντὸς ἀπολωλότος. Ἀμορραίους μὲν οὖν τοιοῦτο πάθος κατέλαβεν οὔτε φρονῆσαι δεινοὺς οὔτε ἀγαθοὺς κατὰ τὸ ἔργον γεγονότας, Ἑβραῖοι δὲ τὴν ἐκείνων παρελάμβανον. [95] ἔστι δὲ χωρίον, τριῶν μεταξὺ ποταμῶν κείμενον ὅμοιόν τι νήσῳ τὴν φύσιν ὑπάρχει, τοῦ μὲν Ἀρνῶνος ἀπὸ μεσημβρίας ὁρίζοντος αὐτό, Ἰοβάκου δὲ τὴν ἀρκτῴαν αὐτοῦ πλευρὰν περιγράφοντος, ὃς εἰς τὸν Ἰόρδανον ποταμὸν ἐκβάλλων ἐκείνῳ καὶ τοῦ ὀνόματος μεταδίδωσι, τὰ μέντοι γε πρὸς τῇ δύσει τοῦ χωρίου περίεισιν αὐτὴν Ἰόρδανος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: