previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[211]

Κατὰ τοῦτον δὲ τὸν καιρὸν βασιλεὺς Ἀγρίππας μείζονα τὴν Φιλίππου καλουμένην Καισάρειαν κατασκευάσας εἰς τιμὴν τοῦ Νέρωνος Νερωνιάδα προσηγόρευσεν, καὶ Βηρυτίοις δὲ θέατρον ἀπὸ πολλῶν χρημάτων κατεσκευασμένον ταῖς κατ᾽ ἔτος θέαις ἐδωρεῖτο πολλὰς εἰς τοῦτο μυριάδας ἀναλίσκων: [212] σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν. μῖσος οὖν αὐτῷ παρὰ τῶν ὑπηκόων ηὔξετο διὰ τὸ περιαιρούμενον τὰ ἐκείνων εἰς ξένην πόλιν κοσμεῖν. [213] λαμβάνει δὲ καὶ Ἰησοῦς τοῦ Γαμαλιήλου τὴν διαδοχὴν τῆς ἀρχιερωσύνης παρὰ τοῦ βασιλέως Ἰησοῦν ἀφελομένου τὸν τοῦ Δαμναίου, καὶ διὰ τοῦτο στάσις αὐτῶν πρὸς ἀλλήλους ἐγένετο: σύστημα γὰρ τῶν θρασυτάτων ποιησάμενοι πολλάκις μέχρι λίθων βολῆς ἀπὸ τῶν βλασφημιῶν ἐξέπιπτον. ὑπερεῖχεν δὲ Ἀνανίας τῷ πλούτῳ προσαγόμενος τοὺς λαμβάνειν ἑτοίμους. [214] Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθ᾽ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: