previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[113]

Οὔπω δ᾽ αὐτῶν τὸ πρῶτον πένθος ἐπέπαυτο καὶ κακὸν ἄλλο προσέπιπτεν: τῶν γὰρ ἀφεστώτων ἐπὶ νεωτερισμῷ τινες κατὰ τὴν δημοσίαν ὁδὸν ὡς ἑκατὸν σταδίων ἄπωθεν τῆς πόλεως Στέφανον Καίσαρος δοῦλον ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν διαρπάζουσιν. [114] ἀκούσας δὲ τὸ πραχθὲν Κουμανὸς εὐθὺς πέμπει στρατιώτας, κελεύσας αὐτοῖς τὰς πλησίον κώμας διαρπάσαι, τοὺς δ᾽ ἐπιφανεστάτους αὐτῶν δήσαντας ἐπ᾽ αὐτὸν ἄγειν. [115] τῆς δὲ πορθήσεως γενομένης τῶν στρατιωτῶν τις τοὺς Μωυσέως νόμους ἔν τινι κώμῃ λαβὼν κειμένους προκομίσας εἰς τὴν πάντων ὄψιν διέσχισεν ἐπιβλασφημῶν καὶ πολλὰ κατακερτομῶν. [116] Ἰουδαῖοι δὲ ταῦτα ἀκούσαντες καὶ πολλοὶ συνδραμόντες καταβαίνουσιν εἰς Καισάρειαν, ἐκεῖ γὰρ ἐτύγχανεν Κουμανὸς ὤν, ἱκετεύοντες μὴ αὐτοὺς ἀλλὰ τὸν θεὸν οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι: ζῆν γὰρ οὐχ ὑπομένειν τῶν πατρίων αὐτοῖς οὕτως περιυβρισμένων. καὶ Κουμανὸς δείσας, [117] μὴ πάλιν νεωτερίσειεν τὸ πλῆθος, συμβουλευσάντων καὶ τῶν φίλων τὸν ἐνυβρίσαντα τοῖς νόμοις στρατιώτην πελεκίσας ἔπαυσεν τὴν στάσιν ἐκ δευτέρου μέλλουσαν ἐξάπτεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: