previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[184]

Μαθὼν δὲ Ἰώσηπος παραγινόμενον τὸν πατέρα, καὶ γὰρ προλαβὼν Ἰούδας ἀδελφὸς ἐδήλωσεν αὐτῷ τὴν ἄφιξιν, ἀπαντησόμενος ἔξεισι καὶ καθ᾽ Ἡρώων πόλιν αὐτῷ συνέβαλεν. δ᾽ ὑπὸ τῆς χαρᾶς ἀπροσδοκήτου τε καὶ μεγάλης γενομένης μικροῦ δεῖν ἐξέλιπεν, ἀλλὰ ἀνεζωπύρησεν αὐτὸν Ἰώσηπος οὐδ᾽ αὐτὸς μὲν κρατῆσαι δυνηθεὶς ὡς μὴ ταὐτὸ παθεῖν ὑφ᾽ ἡδονῆς, οὐ μέντοι τὸν αὐτὸν τρόπον τῷ πατρὶ γενόμενος ἥττων τοῦ πάθους. [185] ἔπειτα τὸν μὲν ἠρέμα κελεύσας ὁδεύειν αὐτὸς δὲ παραλαβὼν πέντε τῶν ἀδελφῶν ἠπείγετο πρὸς τὸν βασιλέα φράσων αὐτῷ παραγενόμενον μετὰ τοῦ γένους τὸν Ἰάκωβον. δὲ τοῦτο χαίρων ἤκουσε καὶ τὸν Ἰώσηπον ἐκέλευσεν αὐτῷ λέγειν τίνι βίῳ τερπόμενοι διατελοῦσιν ὡς αὐτοῖς τοῦτον ἐπιτρέψειε διάγειν. [186] δὲ ποιμένας ἀγαθοὺς αὐτοὺς ἔλεγε καὶ μηδενὶ τῶν ἄλλων τούτῳ μόνῳ προσανέχειν, τοῦ τε μὴ διαζευγνυμένους ἀλλ᾽ ἐν ταὐτῷ τυγχάνοντας ἐπιμελεῖσθαι τοῦ πατρὸς προνοούμενος τοῦ τε τοῖς Αἰγυπτίοις εἶναι προσφιλεῖς μηδὲν πράττοντας τῶν αὐτῶν ἐκείνοις: Αἰγυπτίοις γὰρ ἀπειρημένον ἦν περὶ νομὰς ἀναστρέφεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: