previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[95]

Πέμπει δὲ καὶ Ἰάκωβος τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης, πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν, τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις: μόνον δὲ κατέσχε Βενιαμὶν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα ὁμομήτριον δὲ Ἰωσήπῳ. [96] οἱ μὲν οὖν εἰς τὴν Αἴγυπτον ἐλθόντες ἐνετύγχανον τῷ Ἰωσήπῳ χρῄζοντες ἀγορᾶς: οὐδὲν γὰρ ἦν, μὴ μετὰ γνώμης ἐπράττετο τῆς ἐκείνου: καὶ γὰρ τὸ θεραπεῦσαι τὸν βασιλέα τότε χρήσιμον ἐγίνετο τοῖς ἀνθρώποις, ὅτε καὶ τῆς Ἰωσήπου τιμῆς ἐπιμεληθεῖεν. [97] δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἠλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδ᾽ εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς δυνάμενος διεπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων. [98] τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν μὲν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν: οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τοιαύτης παιδοτροφίας. [99] ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτ᾽ ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν: ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: