previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[53]

Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπέχειν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν, δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τὸ πείθειν ἤθελεν. [54] ὡς δ᾽ ἐξέφυγεν ὑπὸ ὀργῆς Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον, κατεχούσης καὶ γὰρ αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου, περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πετεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανημένῃ, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο. [55] καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετ᾽ ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ἰωσήπου κατήρξατο καίτεθναίης, εἶπεν, ἄνερ, πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον, [56] ὃς οὔθ᾽ οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθ᾽ ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλ᾽ ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτ᾽ ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας: ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν. [57] τοιοῦτον δ᾽ ἄρα τὸ παρ᾽ ἀξίαν αὐτὸν καὶ παρ᾽ ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.’ [58] παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτ᾽ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθ᾽ οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, [59] δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δ᾽ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: