previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[334]

Τοσαῦτα εἰπὼν ἦγεν αὐτοὺς ἐπὶ τὴν θάλασσαν τῶν Αἰγυπτίων ὁρώντων: ἐν ὄψει γὰρ ἦσαν καὶ τῷ πόνῳ τεταλαιπωρημένοι τῆς διώξεως εἰς τὴν ὑστεραίαν τὴν μάχην ὑπερβαλέσθαι καλῶς ἔχειν ὑπελάμβανον. ἐπειδὴ δὲ πρὸς τῷ αἰγιαλῷ Μωυσῆς ἐγεγόνει, λαβὼν τὴν βακτηρίαν τὸν θεὸν ἱκέτευε καὶ σύμμαχον καὶ βοηθὸν ἐκάλει λέγων: [335]οὐδ᾽ αὐτὸς μὲν ἀγνοεῖς, ὅτι φυγεῖν ἡμῖν ἐκ τῶν παρόντων οὔτε κατὰ ῥώμην οὔτε κατ᾽ ἐπίνοιάν ἐστιν ἀνθρωπίνην, ἀλλ᾽ εἰ δή τι πάντως σωτήριον στρατῷ τῷ κατὰ τὴν σὴν βούλησιν ἀφέντι τὴν Αἴγυπτον, σόν ἐστιν ἐκπορίζειν. [336] ἡμεῖς τε ἄλλην ἀπεγνωκότες ἐλπίδα καὶ μηχανὴν εἰς τὴν ἀπὸ σοῦ μόνου καταφεύγομεν, καὶ εἴ τι παρὰ τῆς σῆς ἔλθοι προνοίας ἐξαρπάσαι τῆς Αἰγυπτίων ὀργῆς ἡμᾶς δυνάμενον ἀφορῶμεν. ἀφίκοιτο δὲ τοῦτο ταχέως τὴν σὴν ἐμφανίσον ἡμῖν δύναμιν καὶ τὸν λαὸν ὑπὸ ἀνελπιστίας καταπεπτωκότα πρὸς τὸ χεῖρον ἀναστῆσον εἰς εὐθυμίαν καὶ τὸ περὶ τῆς σωτηρίας θάρσος. [337] ἐν οὐκ ἀλλοτρίοις δ᾽ ἐσμὲν τοῖς ἀπόροις, ἀλλὰ σὴ μὲν θάλασσα, σὸν δὲ τὸ περικλεῖον ἡμᾶς ὄρος, ὡς ἀνοιγῆναι μὲν τοῦτο σοῦ κελεύσαντος, ἠπειρωθῆναι δὲ καὶ τὸ πέλαγος, εἶναι δὲ ἡμῖν ἀποδρᾶναι καὶ δι᾽ ἀέρος δόξαν ἰσχύι τῇ σῇ τοῦτον ἡμᾶς σώζεσθαι τὸν τρόπον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: