previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[329]

Μωυσῆς δὲ καίπερ ἀγριαίνοντος πρὸς αὐτὸν τοῦ πλήθους οὔτ᾽ αὐτὸς ἐνέκαμνε τῇ περὶ αὐτοὺς προνοίᾳ καὶ τῷ θεῷ κατεφρόνει τά τε ἄλλα πρὸς τὴν ἐλευθερίαν αὐτοῖς ὅσα προεῖπε παρεσχηκότος καὶ μηδὲ τότ᾽ αὐτοὺς ἐάσοντος ὑπὸ τοῖς ἐχθροῖς γενομένους δουλεύειν ἀπολέσθαι, [330] καὶ στὰς ἐν μέσοιςοὐδὲ ἀνθρώποις, εἶπε, καλῶς τὰ παρόντα πεπολιτευμένοις πρὸς ἡμᾶς δίκαιον ἦν ἀπιστεῖν ὡς οὐχ ὁμοίοις ἐσομένοις πρὸς τὰ μέλλοντα, τῆς δὲ τοῦ θεοῦ νῦν ἀπογινώσκειν ὑμᾶς προνοίας μανίας ἔργον ἂν εἴη, [331] παρ᾽ οὗ πάνθ᾽ ὑμῖν ἀπήντηκεν ὅσα δι᾽ ἐμοῦ πρὸς σωτηρίαν καὶ τὴν ἀπαλλαγὴν τῆς δουλείας οὐδὲ προσδοκῶσιν ὑπέσχετο. μᾶλλον δ᾽ ἐχρῆν ἀπόρους, ὡς δοκεῖτε, γεγενημένους βοηθὸν ἐλπίζειν τὸν θεόν, οὗ καὶ τὸ νῦν εἰς ταύτην ὑμᾶς περικεκλεῖσθαι τὴν δυσχωρίαν ἔργον, [332] ἵν᾽ ἐξ ἀμηχάνων ὅθεν οὔθ᾽ αὐτοὺς νομίζετε σωτηρίαν ἕξειν οὔθ᾽ οἱ πολέμιοι ἐκ τούτων ῥυσάμενος τήν τε ἰσχὺν ἐπιδείξηται τὴν ἑαυτοῦ καὶ τὴν περὶ ὑμᾶς πρόνοιαν. οὐ γὰρ ἐπὶ μικροῖς τὸ θεῖον τὴν ἑαυτοῦ συμμαχίαν οἷς ἂν εὔνουν δίδωσιν, ἀλλ᾽ ἐφ᾽ οἷς ἀνθρωπίνην ἐλπίδα μὴ βλέποι πρὸς τὸ κρεῖττον παροῦσαν. [333] ὅθεν τοιούτῳ βοηθῷ πεπιστευκότες, δύναμις καὶ τὰ μικρὰ ποιῆσαι μεγάλα καὶ τῶν τηλικούτων ἀσθένειαν καταψηφίσασθαι, μὴ καταπέπληχθε τὴν Αἰγυπτίων παρασκευήν, μηδ᾽ ὅτι θάλασσα καὶ κατόπιν ὑμῖν ὄρη φυγῆς ὁδὸν οὐ παρέχοντα διὰ τοῦτ᾽ ἀπογινώσκετε τὴν σωτηρίαν: γένοιτο γὰρ ἂν καὶ ταῦθ᾽ ὑμῖν πεδία τοῦ θεοῦ θελήσαντος καὶ γῆ τὸ πέλαγος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: