previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[312]

Πετρώνιος μὲν οὖν οὕτω προυνόησε διορθώσεως μὲν τὸ παρανομηθὲν ἤδη τυχεῖν, γενέσθαι δὲ παραπλήσιον μηδὲν εἰς αὐτούς. [313] Ἀγρίππας δὲ βασιλεὺς ἀφείλετο μὲν τὴν ἀρχιερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην δὲ πάλιν ἐπ᾽ αὐτὴν ἦγεν τὸν Ἀνάνου τοῦτον ἀξιώτερον τῆς τιμῆς ὁμολογῶν εἶναι. τῷ δὲ οὐκ ἀσμενιστὸν ἐφάνη τὴν τοσαύτην ἀπολαβεῖν τιμήν, παρῃτεῖτο δ᾽ οὖν ταῦτα λέγων: [314]σοὶ μέν, βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθ᾽ μοι γέρας δίδωσιν σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν θεός. ἅπαξ δ᾽ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι: τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον νῦν ἀπολήψομαι. [315] σὺ δ᾽, εἰ βούλει τὸν ἀξιώτερον ἐμοῦ νῦν τὸ γέρας λαβεῖν, διδάχθητι: πάσης καὶ πρὸς τὸν θεὸν ἁμαρτίας καὶ πρὸς σέ, βασιλεῦ, καθαρὸς ἀδελφὸς ἔστι μοι: πρέποντα τῇ τιμῇ τοῦτον συνίστημι.’ [316] τούτοις βασιλεὺς ἡσθεὶς τοῖς λόγοις τὸν Ἰωνάθην μὲν ἠγάσατο τῆς γνώμης, τἀδελφῷ δὲ αὐτοῦ Ματθίᾳ τὴν ἱερωσύνην ἔδωκε. καὶ μετ᾽ οὐ πολὺ Πετρώνιον μὲν Μάρσος διεδέξατο καὶ διεῖπε Συρίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: