previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28]

Ἐστρατεύετο δὲ πολὺν ἤδη χρόνον οὐχ ἡδονῇ φέρων Γαΐου τὴν ἀναστροφήν. ἐπεὶ δὲ αὐτὸν ἵσταται Γάιος εἰσπραξόμενον τούς τε φόρους καὶ ὅσα ἄλλα καταβαλλόμενα εἰς τὸν Καίσαρος θησαυρὸν ἐφυστερήκει τοῖς καιροῖς διὰ τὸ ἐπιδιπλασιάζεσθαι τὴν δύναμιν αὐτῶν, χρόνον ἐκεῖ ποιεῖται τῇ εἰσπράξει τρόπῳ τῷ αὐτοῦ χρώμενος μᾶλλον τῇ Γαΐου προστάξει, [29] διὰ τὸ φειδοῖ χρῆσθαι τὰς τύχας οἴκτῳ λαμβάνων τῶν ὑπὸ τὴν εἴσπραξιν εἰς ὀργὴν προυκαλεῖτο τὸν Γάιον μαλακίαν ἐπικαλοῦντα αὐτῷ τοῦ σχολῇ συνάγεσθαι αὐτῷ τὰ χρήματα. καὶ δὴ τά τε ἄλλα ὕβριζεν εἰς αὐτὸν καὶ ὁπότε τὸ σημεῖον αὐτῷ τὸ τῆς ἡμέρας καθηκούσης εἰς αὐτόν, θήλεά τε ἐδίδου τὰ ὀνόματα, [30] καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν. [31] Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δ᾽ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν: ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρ᾽ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν. [32] διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπ᾽ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δ᾽ ἄλλως καὶ δι᾽ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου. [33] τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ. [34] καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλ᾽ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας. [35] Κυιντιλία δ᾽ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι: διοίσειν γὰρ μετ᾽ ἀνδραγαθίας. βασανίζει δ᾽ αὐτὴν ὠμῶς Χαιρέας, ἄκων μέν, κατ᾽ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι. [36] καὶ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: