previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[363]

Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν τοῖς ἕλεσιν, ἀλλὰ μὴ φθάσας ὑπαντιάζειν τοὺς πολεμίους, εὐτυχίᾳ τε τῇ πρότερον ἐλπίζων ὅμοια πράξειν καὶ τήν τε ἀρετὴν τοῖς τολμῶσι καὶ εἰωθόσιν θαρρεῖν παρατυγχάνειν, ἐξῆγε τὴν δύναμιν. [364] πολλοί τε πρὸς τῷ οἰκείῳ στρατῷ προσεγεγόνεσαν αὐτῷ καθ᾽ ἁρπαγὴν τῶν ἀλλοτρίων τραπησόμενοι καὶ ὄψει πᾶν προεκπλήξοντες τοὺς πολεμίους. [365] προϊοῦσι δὲ αὐτοῖς εἰς σταδίους ἐνενήκοντα καὶ διὰ τῆς ἀνύδρου τῆς πορείας γενομένης καὶ μεσημβρίας τά τε ἄλλα περιῆν τότε τὸ δίψος καὶ Μιθριδάτης ἐπιφανεὶς προσέβαλε τεταλαιπωρημένοις ἀπορίᾳ τοῦ πιεῖν καὶ δι᾽ αὐτὸ καὶ τὴν ὥραν φέρειν τὰ ὅπλα μὴ δυναμένοις. [366] τροπή τε οὖν γίνεται τῶν περὶ τὸν Ἀνιλαῖον διὰ τὸ ἀπηγορευκότας ἀκραιφνέσι προσφέρεσθαι καὶ φόνος πολὺς πολλαί τε μυριάδες ἔπεσον ἀνδρῶν, Ἀνιλαῖος δὲ καὶ ὅσον περὶ αὐτὸν ἦν συνεστηκὸς ἐπὶ τῆς ὕλης ἐπανεχώρουν φυγῇ μεγάλην νίκης τῆς ἐπ᾽ αὐτοῖς χαρὰν Μιθριδάτῃ παρεσχηκότες. [367] Ἀνιλαίῳ δὲ προσῄει πλῆθος ἄπορον ἀνδρῶν πονηρῶν ἐν ὀλίγῳ τὴν σωτηρίαν ποιουμένων ῥᾳστώνης χάριτι τῆς εἰς τὸ παρόν, ὥστε ἀντανίσωμα τὴν τούτων πρόσοδον γενέσθαι πλῆθος τῶν ἀπολωλότων: οὐ μὴν ὅμοιοί γε ἦσαν τοῖς πεπτωκόσι διὰ τὸ ἀμελέτητον. [368] οὐ μὴν ἀλλὰ καὶ ταύταις ἐπιφοιτᾷ ταῖς κώμαις τῶν Βαβυλωνίων ἀνάστατά τε ἦν πάντα ταῦτα ὑπὸ τῆς Ἀνιλαίου ὕβρεως. [369] καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐδὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο: οἱ δὲ καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον. [370] οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ἱδρυμένος Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθ᾽ ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: