previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[120]

Οὐιτέλλιος δὲ παρασκευασάμενος ὡς εἰς πόλεμον τὸν πρὸς Ἀρέταν δυσὶ τάγμασιν ὁπλιτῶν ὅσοι τε περὶ αὐτὰ ψιλοὶ καὶ ἱππεῖς συμμαχοῦντες ἐκ τῶν ὑπὸ Ῥωμαίοις βασιλειῶν ἀγόμενος, ἐπὶ τῆς Πέτρας ἠπείγετο καὶ ἔσχε Πτολεμαΐδα. [121] ὡρμημένῳ δ᾽ αὐτῷ διὰ τῆς Ἰουδαίων ἄγειν τὸν στρατὸν ὑπαντιάσαντες ἄνδρες οἱ πρῶτοι παρῃτοῦντο τὴν διὰ τῆς χώρας ὁδόν: οὐ γὰρ αὐτοῖς εἶναι πάτριον περιορᾶν εἰκόνας εἰς αὐτὴν φερομένας, πολλὰς δ᾽ εἶναι σημαίαις ἐπικειμένας. [122] καὶ πεισθεὶς μετέβαλέν τε τῆς γνώμης τὸ ἐπὶ τοιούτοις προβουλεῦσαν καὶ διὰ τοῦ μεγάλου πεδίου κελεύσας χωρεῖν τὸ στρατόπεδον αὐτὸς μετὰ Ἡρώδου τοῦ τετράρχου καὶ τῶν φίλων εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ ἑορτῆς πατρίου τοῖς Ἰουδαίοις ἐνεστηκυίας. [123] εἰς ἣν ἀπαντήσας καὶ δεχθεὶς ὑπὸ τοῦ τῶν Ἰουδαίων πλήθους ἐκπρεπῶς τρεῖς μὲν ἡμέρας ταύτῃ διατριβὴν ποιεῖται, ἐν αἷς Ἰωνάθην τὴν ἱερωσύνην ἀφελόμενος ἐγχειρίζει τῷ ἀδελφῷ αὐτοῦ Θεοφίλῳ, [124] τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ παραγενομένων, ἐδήλου τὴν Τιβερίου τελευτήν, ὥρκισεν τὴν πληθὺν ἐπ᾽ εὐνοίᾳ τῇ Γαΐου. ἀνεκάλει δὲ καὶ τὸ στράτευμα ἐπὶ τὰ οἰκεῖα ἑκάστου χειμαδιᾶν πόλεμον ἐκφέρειν οὐκέθ᾽ ὁμοίως δυνάμενος διὰ τὸ εἰς Γάιον μεταπεπτωκέναι τὰ πράγματα. [125] ἐλέγετο δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον πρὸς τὴν ἀγγελίαν τῶν Οὐιτελλίου στρατιωτῶν φάναι μηχανὴν οὐκ εἶναι τῷ στρατῷ τῆς ἐπὶ Πετραίους ὁδοῦ: τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων τὸν πολεμεῖν κελεύσαντα τὸν γνώμῃ τῇ ἐκείνου ὡρμημένον διακονεῖσθαι ἐφ᾽ ὃν γένοιτο παρασκευὴ τοῦ στρατεύματος. [126] καὶ Οὐιτέλλιος μὲν ἐπ᾽ Ἀντιοχείας ἀνεχώρησεν. Ἀγρίππας δὲ Ἀριστοβούλου υἱὸς ἐνιαυτῷ πρότερον τελευτῆσαι Τιβέριον ἐπὶ Ῥώμης ἄνεισι πράξων τι παρὰ τῷ αὐτοκράτορι δυνάμεώς τινος αὐτῷ παραγενομένης. [127] βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περί τε Ἡρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐδ᾽ ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν, [128] εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δ᾽ ἦσαν, διαφθαρῆναι τοὺς Ἡρώδου ἀπογόνους: φέροι δ᾽ ἄν τι κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν, [129] ἅμα δὲ καὶ τὸν Ἀγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: