previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[168]

Ἡρώδῃ δὲ μειζόνως νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ: πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν. [169] ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι ἀπ᾽ αὐτοῦ, οὐ γὰρ ἦν μὴ οὐχ ὑπουργεῖν, καὶ ἕλκωσις τῶν τε ἐντέρων καὶ μάλιστα τοῦ κόλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές: παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν, ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἄσθματος, ἐσπασμένος τε περὶ πᾶν ἦν μέρος ἰσχὺν οὐχ ὑπομενητὴν προστιθέμενος. [170] ἐλέγετο οὖν ὑπὸ τῶν θειαζόντων καὶ οἷς ταῦτα προαποφθέγγεσθαι σοφίᾳ πρόκειται, ποινὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην θεὸς εἰσπράσσεσθαι παρὰ τοῦ βασιλέως. [171] καίπερ δὲ μειζόνως ἀντίσχοι ἄν τις ταλαιπωρούμενος ἐν ἐλπίδι τοῦ ἀνασφαλοῦντος ἦν, ἰατρούς τε μεταπέμπων καὶ ὁπόσα ἀρωγὰ ὑπαγορεύσειαν χρῆσθαι μὴ ἀποτετραμμένος, ποταμόν τε περάσας Ἰορδάνην θερμοῖς τοῖς κατὰ Καλλιρρόην αὑτὸν παρεδίδου, ἅπερ σὺν τῇ ἐς πάντα ἀρετῇ καὶ πότιμά ἐστιν: ἔξεισιν δὲ τὸ ὕδωρ τοῦτο εἰς λίμνην τὴν ἀσφαλτοφόρον λεγομένην. [172] κἀνταῦθα τοῖς ἰατροῖς δοκῆσαν ὥστε ἀναθάλπειν αὐτόν, καθεθεὶς εἰς πύελον πλέων ἐλαίου δόξαν μεταστάσεως ἐνεποίησεν αὐτοῖς. τῶν δὲ οἰκετῶν οἰμωγῇ χρωμένων περιενεγκὼν καὶ μηδ᾽ ἥντινα ἀμφὶ τοῦ σωθησομένου ἐλπίδα ἔχων τοῖς στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἑκάστῳ κελεύει νεμηθῆναι: [173] πολλὰ δὲ καὶ τοῖς ἡγεμόσιν αὐτῶν καὶ φίλοις τοῖς αὐτοῦ ἐδωρεῖτο. καὶ παρῆν αὖθις ἐπὶ Ἱεριχοῦντος μέλαινά τε αὐτὸν ᾕρει χολὴ ἐπὶ πᾶσιν ἐξαγριαίνουσα, ὥστε δὴ τελευτῶν πρᾶξιν τοιάνδε ἐπινοεῖ: [174] ἀφικομένων προστάγματι τῷ αὐτοῦ Ἰουδαίων ἀνδρῶν παντὸς τοῦ ἔθνους ὁποίποτε ἀξιολόγων: πολλοὶ δὲ ἐγένοντο ὡς τοῦ παντὸς ἔθνους κατακεκλημένου καὶ πάντων ἀκροασαμένων τοῦ διατάγματος, εἰς γὰρ θάνατον ἦν ἀνακείμενα τοῖς ἀλογήσασι τῶν ἐπιστολῶν ἐμμαινομένου πᾶσιν τοῦ βασιλέως ὁμοίως τοῖς τε ἀναιτίοις καὶ παρεσχηκόσιν αἰτίαν: [175] συγκλείσας αὐτοὺς πάντας ἐν τῷ ἱπποδρόμῳ τήν τε ἀδελφὴν αὐτοῦ Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλεξᾶν μεταπέμψας τεθνήξεσθαι μὲν οὐ πόρρω ἔλεγεν ἐπὶ τοσόνδε τῶν ἀλγηδόνων αὐτὸν περιεπουσῶν: καὶ τόδε μὲν οἰστόν τε καὶ πᾶσι φίλον παρατυγχάνειν, τὸ δὲ ὀλοφυρμῶν τε ἄπορον καὶ πένθους ἐνδεᾶ ὁποῖον ἐπὶ βασιλεῖ πράσσοιτο ἂν μάλιστα αὐτῷ λυπηρὸν εἶναι: [176] οὐ γὰρ ἀποσκοποῦν τὴν Ἰουδαίων διάνοιαν, ὡς εὐκτὸς αὐτοῖς καὶ πάνυ κεχαρισμένος θάνατος αὐτοῦ διὰ τὸ καὶ ζῶντος ἐπὶ ἀποστάσει ἐπείγεσθαι καὶ ὕβρει τῶν ὑπ᾽ αὐτοῦ προτιθεμένων: [177] ἔργον δ᾽ ἄρα ἐκείνων εἶναι κούφισίν τινα αὐτῷ ψηφίσασθαι τοῦ ἐπὶ τοιοῖσδε ἀλγεινοῦ: τὰ αὐτὰ γὰρ δὴ φρονῆσαι δόξῃ τῇ αὐτοῦ μὴ ἀπειπαμένων μέγαν τε αὐτοῦ τὸν ἐπιτάφιον γενέσθαι καὶ ὁποῖος οὐδ᾽ ἄλλοις βασιλέων καὶ πένθος διὰ τοῦ ἔθνους ἅπαντος ἐκ ψυχῆς ὀλοφυραμένων ἐπὶ παιδιᾷ καὶ γέλωτι αὐτοῦ. [178] ἐπὰν οὖν θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν, περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ εὐφρανοῦντος, κυρώσει τε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι. [179] καὶ μὲν μετὰ δακρύων ποτνιώμενος καὶ τοῦ συγγενοῦς τὴν εὔνοιαν καὶ πίστιν τοῦ θείου προσκαλῶν ἐπέσκηπτε μὴ ἠτιμῶσθαι ἀξιῶν, κἀκεῖνοι ὡμολόγουν οὐ παραβήσεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: