previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[149]

Ἦν Ἰούδας Σαριφαίου καὶ Ματθίας Μεργαλώθου Ἰουδαίων λογιώτατοι καὶ παρ᾽ οὕστινας ἐξηγηταὶ τῶν πατρίων νόμων, ἄνδρες καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τοῦ νεωτέρου: ὁσημέραι γὰρ διημέρευον αὐτοῖς πάντες οἷς προσποίησις ἀρετῆς ἐπετετήδευτο. [150] οἵ τε πυνθανόμενοι τοῦ βασιλέως τὴν νόσον θεραπεύειν ἄπορον οὖσαν ἐξῆραν τὸ νεώτερον, ὥστε ὁπόσα παρὰ νόμον τοῦ πατρίου κατεσκεύαστο ἔργα ὑπὸ τοῦ βασιλέως ταῦτα καθελόντες εὐσεβείας ἀγωνίσματα παρὰ τῶν νόμων φέρεσθαι: καὶ γὰρ δὴ διὰ τὴν τόλμαν αὐτῶν παρ᾽ διηγόρευεν νόμος τῆς ποιήσεως τά τε ἄλλα αὐτῷ συντυχεῖν, οἷς παρὰ τὸ εἰωθὸς τοῦ ἀνθρώπου διετρίβη, καὶ δὴ καὶ τὴν νόσον. [151] ἦν γὰρ τῷ Ἡρώδῃ τινὰ πραγματευθέντα παρὰ τὸν νόμον, δὴ ἐπεκάλουν οἱ περὶ τὸν Ἰούδαν καὶ Ματθίαν. κατεσκευάκει δὲ βασιλεὺς ὑπὲρ τοῦ μεγάλου πυλῶνος τοῦ ναοῦ ἀνάθημα καὶ λίαν πολυτελές, ἀετὸν χρύσεον μέγαν: κωλύει δὲ νόμος εἰκόνων τε ἀναστάσεις ἐπινοεῖν καί τινων ζῴων ἀναθέσεις ἐπιτηδεύεσθαι τοῖς βιοῦν κατ᾽ αὐτὸν προῃρημένοις. [152] ὥστε ἐκέλευον οἱ σοφισταὶ τὸν ἀετὸν κατασπᾶν: καὶ γὰρ εἴ τις γένοιτο κίνδυνος τῷ εἰς θάνατον ἀνακειμένῳ, πολὺ τῆς ἐν τῷ ζῆν ἡδονῆς λυσιτελεστέραν φαίνεσθαι τὴν προστιθεμένην ἀρετὴν ὑπ᾽ αὐτοῦ τοῖς ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τοῦ πατρίου μελλήσουσι τελευτᾶν διὰ τὸ ἀίδιον τοῦ ἐπαινεῖσθαι φήμην κατασκευασαμένους ἔν τε τοῖς νῦν ἐπαινεθήσεσθαι καὶ τοῖς ἐσομένοις ἀειμνημόνευτον καταλείπειν τὸν βίον. [153] καίτοι γε καὶ τοῖς ἀκινδύνως διαιτωμένοις ἄφυκτον εἶναι τὴν συμφοράν, ὥστε καλῶς ἔχειν τοῖς ἀρετῆς ὀριγνωμένοις τὸ κατεψηφισμένον αὐτοῦ μετ᾽ ἐπαίνων καὶ τιμῶν δεχομένοις ἀπιέναι τοῦ βίου. [154] φέρειν γὰρ κούφισιν πολλὴν τὸ ἐπὶ καλοῖς ἔργοις ὧν μνηστῆρα τὸν κίνδυνον εἶναι τελευτᾶν, καὶ ἅμα υἱέσι τῶν αὐτῶν καὶ ὁπόσοι τοῦ συγγενοῦς καταλείποιντο ἄνδρες γυναῖκες καὶ τοῖσδε περιποιῆσαι ὄφελος εὐκλείᾳ τῇ ἀπ᾽ αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: