previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58]

Φερώραν δὲ ἰσχυρῶς ἐμμένοντα εὐνοίᾳ τῆς γυναικὸς ἀναχωρεῖν εἰς τὴν αὑτοῦ Ἡρώδης κελεύει. δὲ ἀσμένως ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, πολλὰ ὀμόσας οὐ πρότερον ἥξειν πύθοιτο Ἡρώδην τετελευτηκότα, ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως ἀξιωθεὶς ἥκειν ἐπί τινων πίστεσιν ἐντολῶν, εἰ μέλλοι τελευτᾶν, οὐχ ὑπήκουσεν ἐπὶ τιμῇ τοῦ ὅρκου. [59] οὐ μὴν Ἡρώδης γε μιμεῖται τὸ ἐπὶ τοιοῖσδε ἐκείνου γνώμην προαποφηνάμενον ἣν ἔχει, ἀλλ᾽ ἧκεν ὡς τὸν Φερώραν, ἐπειδὴ ὕστερον ἄρχεται νοσεῖν, καὶ μετακλήσεως αὐτῷ μὴ γενομένης, θανόντα δὲ περιστείλας ἐπὶ Ἱεροσολύμων ἀγόμενος ταφῆς ἠξίου καὶ πένθος μέγα ἐπ᾽ αὐτῷ προέθετο. [60] τοῦτο Ἀντιπάτρῳ καίτοι γε ἐπὶ Ῥώμης πεπλευκότι κακῶν ἐγένετο ἀρχὴ τῆς ἀδελφοκτονίας αὐτὸν τινυμένου θεοῦ. διηγήσομαι δὲ τὸν πάντα περὶ αὐτοῦ λόγον παράδειγμα τῷ ἀνθρωπείῳ γενησόμενον τοῦ ἀρετῇ πολιτεύσοντος ἐπὶ πᾶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: